next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆς

Ἑρμῆς

Ἄτλας, χαλκέοισινώτοις οὐρανὸν
θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
μιᾶςἔφυσε Μαῖαν, 'μ᾽ ἐγείνατο
Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
5ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν᾽ ὀμφαλὸν
μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
τά τ᾽ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.

ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
10οὗ παῖδ᾽ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπ᾽ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
ἀγνὼς δὲ πατρίτῷ θεῷ γὰρ ἦν φίλον
15γαστρὸς διήνεγκ᾽ ὄγκον. ὡς δ᾽ ἦλθεν χρόνος,
τεκοῦσ᾽ ἐν οἴκοις παῖδ᾽ ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
20προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
Ἐριχθονίου. κείνῳ γὰρ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
δίδωσι σῴζειν: ὅθεν Ἐρεχθείδαις ἐκεῖ
25νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
τρέφειν τέκνα. ἀλλ᾽ ἣν εἶχε παρθένος χλιδὴν
τέκνῳ προσάψασ᾽ ἔλιπεν ὡς θανουμένῳ.
κἄμ᾽ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε:
σύγγον᾽, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
30κλεινῶν Ἀθηνῶνοἶσθα γὰρ θεᾶς πόλιν
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ᾽ οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
35τὰ δ᾽ ἄλλ᾽ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, παῖς
ἡμῖν μελήσει. Λοξίᾳ δ᾽ ἐγὼ χάριν
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδ᾽, ἀναπτύξας κύτος
40ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ᾽ παῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • James Adam, The Republic of Plato, 4.427C
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: