previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴων

φέρε λόγων ἁψώμεθ᾽ ἄλλων.

Ξοῦθος
ταῦτ᾽ ἀμείνον᾽, τέκνον.

Ἴων

545ἦλθες ἐς νόθον τι λέκτρον;

Ξοῦθος
μωρίᾳ γε τοῦ νέου.

Ἴων

πρὶν κόρην λαβεῖν Ἐρεχθέως;

Ξοῦθος
οὐ γὰρ ὕστερόν γέ πω.

Ἴων

ἆρα δῆτ᾽ ἐκεῖ μ᾽ ἔφυσας;

Ξοῦθος
τῷ χρόνῳ γε συντρέχει.

Ἴων

κᾆτα πῶς ἀφικόμεσθα δεῦρο

Ξοῦθος
ταῦτ᾽ ἀμηχανῶ.

Ἴων

διὰ μακρᾶς ἐλθὼν κελεύθου;

Ξοῦθος
τοῦτο κἄμ᾽ ἀπαιολεῖ.

Ἴων

550Πυθίαν δ᾽ ἦλθες πέτραν πρίν;

Ξοῦθος
ἐς φανάς γε Βακχίου.

Ἴων

προξένων δ᾽ ἔν του κατέσχες;

Ξοῦθος
ὅς με Δελφίσιν κόραις ...

Ἴων

ἐθιάσευσ᾽, πῶς τάδ᾽ αὐδᾷς;

Ξοῦθος
Μαινάσιν γε Βακχίου.

Ἴων

ἔμφρον᾽ κάτοινον ὄντα;

Ξοῦθος
Βακχίου πρὸς ἡδοναῖς.

Ἴων

τοῦτ᾽ ἐκεῖν᾽ ἵν᾽ ἐσπάρημεν.

Ξοῦθος
πότμος ἐξηῦρεν, τέκνον.

Ἴων

555πῶς δ᾽ ἀφικόμεσθα ναούς;

Ξοῦθος
ἔκβολον κόρης ἴσως.

Ἴων

ἐκπεφεύγαμεν τὸ δοῦλον.

Ξοῦθος
πατέρα νυν δέχου, τέκνον.

Ἴων

τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.

Ξοῦθος
εὖ φρονεῖς ἄρα.

Ἴων

καὶ τί βουλόμεσθά γ᾽ ἄλλο

Ξοῦθος
νῦν ὁρᾷς χρή σ᾽ ὁρᾶν.

Ἴων

Διὸς παιδὸς γενέσθαι παῖς;

Ξοῦθος
σοί γε γίγνεται.

Ἴων

560 θίγω δῆθ᾽ οἵ μ᾽ ἔφυσαν;

Ξοῦθος
πιθόμενός γε τῷ θεῷ.

Ἴων

χαῖρέ μοι, πάτερ

Ξοῦθος
φίλον γε φθέγμ᾽ ἐδεξάμην τόδε.

Ἴων

ἡμέρα θ᾽ νῦν παροῦσα.

Ξοῦθος
μακάριόν γ᾽ ἔθηκέ με.

Ἴων

φίλη μῆτερ, πότ᾽ ἆρα καὶ σὸν ὄψομαι δέμας;
νῦν ποθῶ σε μᾶλλον πρίν, ἥτις εἶ ποτ᾽, εἰσιδεῖν.
565ἀλλ᾽ ἴσως τέθνηκας, ἡμεῖς δ᾽ οὐδὲν ἂν δυναίμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 213
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1161
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: