previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐλθὼν δ᾽ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
γυναῖκά θ᾽ ὡς ἄτεκνον, κοινουμένη
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
610αὐτὴ καθ᾽ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
πῶς οὐχ ὑπ᾽ αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
δ᾽ οὖσ᾽ ἄτεκνος τὰ σὰ φίλ᾽ εἰσορᾷ πικρῶς,
κᾆτ᾽ προδοὺς σύ μ᾽ ἐς δάμαρτα σὴν βλέπῃς
615 τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν: οὐ γὰρ ἀξία
620πατέρων ἀπ᾽ ἐσθλῶν οὖσ᾽ ἀπαιδίᾳ νοσεῖν.

τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά: τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
625αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
ζῆν ἂν θέλοιμι μᾶλλον τύραννος ὤν,
τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
εἴποις ἂν ὡς χρυσὸς ἐκνικᾷ τάδε,
630πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
ἐν χερσὶ σῴζων ὄλβον οὐδ᾽ ἔχειν πόνους:
εἴη γ᾽ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.

δ᾽ ἐνθάδ᾽ εἶχον ἀγάθ᾽ ἄκουσόν μου, πάτερ:
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
635ὄχλον τε μέτριον, οὐδέ μ᾽ ἐξέπληξ᾽ ὁδοῦ
πονηρὸς οὐδείς: κεῖνο δ᾽ οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
θεῶν δ᾽ ἐν εὐχαῖς γόοισιν βροτῶν,
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
640καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ᾽ ἧκον ξένοι,
ὥσθ᾽ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν .
δ᾽ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ,
δίκαιον εἶναί μ᾽ νόμος φύσις θ᾽ ἅμα
παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
645κρείσσω νομίζω τἀνθάδ᾽ τἀκεῖ, πάτερ.
ἔα δ᾽ ἔμ᾽ αὐτοῦ ζῆν: ἴση γὰρ χάρις,
μεγάλοισι χαίρειν σμικρά θ᾽ ἡδέως ἔχειν.

Χορός

καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 996
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: