previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ξοῦθος

650παῦσαι λόγων τῶνδ᾽, εὐτυχεῖν δ᾽ ἐπίστασο:
θέλω γὰρ οὗπέρ σ᾽ ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θ᾽ σου πρὶν γενέθλι᾽ οὐκ ἐθύσαμεν.
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ᾽ ἐφέστιον
655δείπνοισι τέρψω, τῆς δ᾽ Ἀθηναίων χθονὸς
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντ᾽ ἐμόν.
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
660δάμαρτ᾽ ἐᾶν σε σκῆπτρα τἄμ᾽ ἔχειν χθονός.
Ἴωνα δ᾽ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
ὁθούνεκ᾽ ἀδύτων ἐξιόντι μοι θεοῦ
ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
πλήρωμ᾽ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
665πρόσειπε, μέλλων Δελφίδ᾽ ἐκλιπεῖν πόλιν.
ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
θάνατον εἰπούσαισι πρὸς δάμαρτ᾽ ἐμήν.

Ἴων

στείχοιμ᾽ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι:
εἰ μὴ γὰρ ἥτις μ᾽ ἔτεκεν εὑρήσω, πάτερ,
670ἀβίωτον ἡμῖν. εἰ δ᾽ ἐπεύξασθαι χρεών,
ἐκ τῶν Ἀθηνῶν μ᾽ τεκοῦσ᾽ εἴη γυνή,
ὥς μοι γένηται μητρόθεν παρρησία.
καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
κἂν τοῖς λόγοισιν ἀστὸς , τό γε στόμα
675δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: