previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέουσα

725 πρέσβυ παιδαγώγ᾽ Ἐρεχθέως πατρὸς
τοὐμοῦ ποτ᾽ ὄντος, ἡνίκ᾽ ἦν ἔτ᾽ ἐν φάει,
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
730σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς:
μὴ γένοιτο δ᾽, εἴ τι τυγχάνοι κακόν,
ἐς ὄμματ᾽ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
ἐγὼ δέ σ᾽, ὥσπερ καὶ σὺ πατέρ᾽ ἐμόν ποτε,
δέσποιν᾽ ὅμως οὖσ᾽ ἀντικηδεύω πατρός.

Πρεσβύτης

735 θύγατερ, ἄξι᾽ ἀξίων γεννητόρων
ἤθη φυλάσσεις, κοὐ καταισχύνασ᾽ ἔχεις
τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
ἕλχ᾽ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
αἰπεινά τοι μαντεῖα: τοῦ γήρως δέ μοι
740συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.

Κρέουσα

ἕπου νυν: ἴχνος δ᾽ ἐκφύλασσ᾽ ὅπου τίθης.

Πρεσβύτης

ἰδού.
τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.

Κρέουσα

βάκτρῳ δ᾽ ἐρείδου περιφερῆ στίβον χθονός.

Πρεσβύτης

καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.

Κρέουσα

745ὀρθῶς ἔλεξας: ἀλλὰ μὴ παρῇς κόπῳ.

Πρεσβύτης

οὔκουν ἑκών γε: τοῦ δ᾽ ἀπόντος οὐ κρατῶ.

Κρέουσα

γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
βέβηκε παίδων, ὧνπερ οὕνεχ᾽ ἥκομεν;
750σημήνατ᾽: εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.

Χορός

ἰὼ δαῖμον.

Πρεσβύτης

τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.

Χορός

ἰὼ τλᾶμον.

Πρεσβύτης

755ἀλλ᾽ τι θεσφάτοισι δεσποτῶν νοσῶ;

Χορός

εἶἑν: τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι ...

Κρέουσα

τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;

Χορός

εἴπωμεν σιγῶμεν; τί δράσομεν;

Κρέουσα

εἴφ᾽: ὡς ἔχεις γε συμφοράν τιν᾽ εἰς ἐμέ.

Χορός

760εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.
οὐκ ἔστι σοι, δέσποιν᾽, ἐπ᾽ ἀγκάλαις λαβεῖν
τέκν᾽, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.


Κρέουσα

ὤμοι, θάνοιμι.

Πρεσβύτης

θύγατερ.

Κρέουσα
τάλαιν᾽
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος
ἀβίοτον, φίλαι.
765διοιχόμεσθα.

Πρεσβύτης

τέκνον.

Κρέουσα
αἰαῖ αἰαῖ:
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
μόνων τῶνδ᾽ ἔσω.

Πρεσβύτης

μήπω στενάξῃς

Κρέουσα
ἀλλὰ πάρεισι γόοι.

Πρεσβύτης

770πρὶν ἂν μάθωμεν

Κρέουσα
ἀγγελίαν τίνα μοι;


Πρεσβύτης

εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
κοινωνός ἐστιν, μόνη σὺ δυστυχεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 285
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: