previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρεσβύτης

δέσποινα, προδεδόμεσθασὺν γάρ σοι νοσῶ
τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
810ὑβριζόμεσθα δωμάτων τ᾽ Ἐρεχθέως
ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
λέγω, σὲ μέντοι μᾶλλον κεῖνον φιλῶν:
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
λάθρα πέφηνεν: ὡς λάθρα δ᾽, ἐγὼ φράσω.
ἐπεί σ᾽ ἄτεκνον ᾔσθετ᾽, οὐκ ἔστεργέ σοι
ὅμοιος εἶναι τῆς τύχης τ᾽ ἴσον φέρειν,
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
820τὸν παῖδ᾽ ἔφυσεν, ἐξενωμένον δέ τῳ
Δελφῶν δίδωσιν ἐκτρέφειν. δ᾽ ἐν θεοῦ
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
νεανίαν δ᾽ ὡς ᾔσθετ᾽ ἐκτεθραμμένον,
ἐλθεῖν σ᾽ ἔπεισε δεῦρ᾽ ἀπαιδίας χάριν.
825κᾆθ᾽ θεὸς οὐκ ἐψεύσαθ᾽, ὅδε δ᾽ ἐψεύσατο
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδ᾽: ἁλοὺς μὲν ἀνέφερ᾽ ἐς τὸν δαίμονα,
ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
τυραννίδ᾽ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
830καινὸν δὲ τοὔνομ᾽ ἀνὰ χρόνον πεπλασμένον
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.

Χορός

οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
οἳ συντιθέντες τἄδικ᾽ εἶτα μηχαναῖς
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
835θέλοιμι μᾶλλον κακὸν σοφώτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1214
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: