previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
κακῶν, ἐφ᾽ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.

Πρεσβύτης

925 θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
πρόσωπον, ἔξω δ᾽ ἐγενόμην γνώμης ἐμῆς.
κακῶν γὰρ ἄρτι κῦμ᾽ ὑπεξαντλῶν φρενί,
πρύμνηθεν αἴρει μ᾽ ἄλλο σῶν λόγων ὕπο,
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
θηρσὶν φίλον τύμβευμ᾽; ἄνελθέ μοι πάλιν.

Κρέουσα

αἰσχύνομαι μέν σ᾽, γέρον, λέξω δ᾽ ὅμως.

Πρεσβύτης

935ὡς συστενάζειν γ᾽ οἶδα γενναίως φίλοις.

Κρέουσα

ἄκουε τοίνυν: οἶσθα Κεκροπίας πέτρας
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;

Πρεσβύτης

οἶδ᾽, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.

Κρέουσα

ἐνταῦθ᾽ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.

Πρεσβύτης

940τίν᾽; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.

Κρέουσα

Φοίβῳ ξυνῆψ᾽ ἄκουσα δύστηνον γάμον.

Πρεσβύτης

θύγατερ, ἆρ᾽ ἦν ταῦθ᾽ γ᾽ ᾐσθόμην ἐγώ;

Κρέουσα

οὐκ οἶδ᾽: ἀληθῆ δ᾽ εἰ λέγεις φαίημεν ἄν.

Πρεσβύτης

νόσον κρυφαίαν ἡνίκ᾽ ἔστενες λάθρα;

Κρέουσα

945τότ᾽ ἦν νῦν σοι φανερὰ σημαίνω κακά.

Πρεσβύτης

κᾆτ᾽ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;

Κρέουσα

ἔτεκονἀνάσχου ταῦτ᾽ ἐμοῦ κλύων, γέρον.

Πρεσβύτης

ποῦ; τίς λοχεύει σ᾽; μόνη μοχθεῖς τάδε;

Κρέουσα

μόνη κατ᾽ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.

Πρεσβύτης

950 παῖς δὲ ποῦ 'στιν; ἵνα σὺ μηκέτ᾽ ᾖς ἄπαις.

Κρέουσα

τέθνηκεν, γεραιέ, θηρσὶν ἐκτεθείς.

Πρεσβύτης

τέθνηκ᾽; Ἀπόλλων δ᾽ κακὸς οὐδὲν ἤρκεσεν;

Κρέουσα

οὐκ ἤρκεσ᾽: Ἅιδου δ᾽ ἐν δόμοις παιδεύεται.

Πρεσβύτης

τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.

Κρέουσα

955ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.

Πρεσβύτης

οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;

Κρέουσα

αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.

Πρεσβύτης

καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;

Κρέουσα

πῶς δ᾽ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ᾽ ἔπη

Πρεσβύτης

960φεῦ:
τλήμων σὺ τόλμης, δὲ θεὸς μᾶλλον σέθεν.

Κρέουσα

εἰ παῖδά γ᾽ εἶδες χεῖρας ἐκτείνοντά μοι.

Πρεσβύτης

μαστὸν διώκοντ᾽ πρὸς ἀγκάλαις πεσεῖν;

Κρέουσα

ἐνταῦθ᾽, ἵν᾽ οὐκ ὢν ἄδικ᾽ ἔπασχεν ἐξ ἐμοῦ.

Πρεσβύτης

σοὶ δ᾽ ἐς τί δόξ᾽ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;

Κρέουσα

965ὡς τὸν θεὸν σῴζοντα τόν γ᾽ αὑτοῦ γόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: