previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρεσβύτης

τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;

Κρέουσα

Ἐριχθόνιον οἶσθ᾽, — ; τί δ᾽ οὐ μέλλεις, γέρον;

Πρεσβύτης

1000ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;

Κρέουσα

τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ

Πρεσβύτης

τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.

Κρέουσα

δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.

Πρεσβύτης

ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;

Κρέουσα

1005τὸν μὲν θανάσιμον, τὸν δ᾽ ἀκεσφόρον νόσων.

Πρεσβύτης

ἐν τῷ καθάψασ᾽ ἀμφὶ παιδὶ σώματος;

Κρέουσα

χρυσοῖσι δεσμοῖς: δὲ δίδωσ᾽ ἐμῷ πατρί.

Πρεσβύτης

κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;

Κρέουσα

ναί: κἀπὶ καρπῷ γ᾽ αὔτ᾽ ἐγὼ χερὸς φέρω.

Πρεσβύτης

1010πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;

Κρέουσα

κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ

Πρεσβύτης

τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;

Κρέουσα

νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.

Πρεσβύτης

δεύτερος δ᾽ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;

Κρέουσα

1015κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.

Πρεσβύτης

ἐς ἓν δὲ κραθέντ᾽ αὐτὸν χωρὶς φορεῖς;

Κρέουσα

χωρίς: κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.

Πρεσβύτης

φιλτάτη παῖ, πάντ᾽ ἔχεις ὅσων σε δεῖ.

Κρέουσα

τούτῳ θανεῖται παῖς: σὺ δ᾽ κτείνων ἔσῃ.

Πρεσβύτης

1020ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δ᾽ ἐμόν.

Κρέουσα

ἐν ταῖς Ἀθήναις, δῶμ᾽ ὅταν τοὐμὸν μόλῃ.

Πρεσβύτης

οὐκ εὖ τόδ᾽ εἶπας: καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.

Κρέουσα

πῶς; ἆρ᾽ ὑπείδου τοῦθ᾽ κἄμ᾽ ἐσέρχεται;

Πρεσβύτης

σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.

Κρέουσα

1025ὀρθῶς: φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.

Πρεσβύτης

αὐτοῦ νυν αὐτὸν κτεῖν᾽, ἵν᾽ ἀρνήσῃ φόνους.

Κρέουσα

προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.

Πρεσβύτης

καὶ σόν γε λήσεις πόσιν σε σπεύδει λαθεῖν.

Κρέουσα

οἶσθ᾽ οὖν δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
1030χρύσωμ᾽ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
ἐλθὼν ἵν᾽ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ
1035ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
κἄνπερ διέλθῃ λαιμόν, οὔποθ᾽ ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δ᾽ αὐτοῦ μενεῖ.

Πρεσβύτης

σὺ μέν νυν εἴσω προξένων μέθες πόδα:
1040ἡμεῖς δ᾽ ἐφ᾽ τετάγμεθ᾽ ἐκπονήσομεν.
ἄγ᾽, γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
ἐχθρὸν δ᾽ ἐπ᾽ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
1045τὴν δ᾽ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
τιμᾶν: ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: