previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



1035

μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω:
ὅταν δ᾽, ὑπόντος τοῦδ᾽, ἁμαρτάνῃ πόσις
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
κἄπειτ᾽ ἐν ἡμῖν ψόγος λαμπρύνεται,
1040οἱ δ᾽ αἴτιοι τῶνδ᾽ οὐ κλύουσ᾽ ἄνδρες κακῶς.
εἰ δ᾽ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
κτανεῖν μ᾽ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
ἠνέσχετ᾽ ἂν ταῦτ᾽; εἶτα τὸν μὲν οὐ θανεῖν
1045κτείνοντα χρῆν τἄμ᾽, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
ἔκτειν᾽, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
λέγ᾽, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
1050ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.

Χορός

δίκαι᾽ ἔλεξας: δίκη δ᾽ αἰσχρῶς ἔχει.
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
ἥτις φρενήρης: δὲ μὴ δοκεῖ τάδε,
οὐδ᾽ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

Ἠλέκτρα

1055μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.

Κλυταιμήστρα

καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.

Ἠλέκτρα

ἆρακλύουσα, μῆτερ, εἶτ᾽ ἔρξεις κακῶς;

Κλυταιμήστρα

οὐκ ἔστι, τῇ σῇ δ᾽ ἡδὺ προσθήσω φρενί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1044
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: