previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠλέκτρα

1060λέγοιμ᾽ ἄν: ἀρχὴ δ᾽ ἥδε μοι προοιμίου:
εἴθ᾽ εἶχες, τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δ᾽ ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τ᾽ οὐκ ἀξίω.
1065 μὲν γὰρ ἁρπασθεῖσ᾽ ἑκοῦσ᾽ ἀπώλετο,
σὺ δ᾽ ἄνδρ᾽ ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσ᾽, ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας: οὐ γάρ σ᾽ ὡς ἔγωγ᾽ ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
1070νέον τ᾽ ἀπ᾽ οἴκων ἀνδρὸς ἐξωρμημένου,
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δ᾽, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφ᾽ ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
1075φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
μόνη δὲ πασῶν οἶδ᾽ ἐγὼ σ᾽ Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δ᾽ ἥσσον᾽ εἴη, συννεφοῦσαν ὄμματα,
Ἀγαμέμνον᾽ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
1080καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι:
ἄνδρ᾽ εἶχες οὐ κακίον᾽ Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην:
Ἑλένης δ᾽ ἀδελφῆς τοιάδ᾽ ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν: τὰ γὰρ κακὰ
1085παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ᾽ ἔχει.

εἰ δ᾽, ὡς λέγεις, σὴν θυγατέρ᾽ ἔκτεινεν πατήρ,
ἐγὼ τί σ᾽ ἠδίκησ᾽ ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
ἡμῖν προσῆψας, ἀλλ᾽ ἐπηνέγκω λέχει
1090τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
κοὔτ᾽ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
οὔτ᾽ ἀντ᾽ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ᾽ ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σ᾽ ἐγὼ
1095καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι:
εἰ γὰρ δίκαι᾽ ἐκεῖνα, καὶ τάδ᾽ ἔνδικα.
ὅστις δὲ πλοῦτον εὐγένειαν εἰσιδὼν
γαμεῖ πονηράν, μῶρός ἐστι: μικρὰ γὰρ
μεγάλων ἀμείνω σώφρον᾽ ἐν δόμοις λέχη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 998
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: