previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

1100τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,
τὰ δ᾽ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.

Κλυταιμήστρα

παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί:
ἔστιν δὲ καὶ τόδ᾽: οἳ μέν εἰσιν ἀρσένων,
οἳ δ᾽ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
1105συγγνώσομαί σοι: καὶ γὰρ οὐχ οὕτως ἄγαν
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.

σὺ δ᾽ ὧδ᾽ ἄλουτος καὶ δυσείματος χρόα
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;

οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων:
1110ὡς μᾶλλον χρῆν ἤλασ᾽ εἰς ὀργὴν πόσιν.

Ἠλέκτρα

ὀψὲ στενάζεις, ἡνίκ᾽ οὐκ ἔχεις ἄκη.
πατὴρ μὲν οὖν τέθνηκε: τὸν δ᾽ ἔξω χθονὸς
πῶς οὐ κομίζῃ παῖδ᾽ ἀλητεύοντα σόν;

Κλυταιμήστρα

δέδοικα: τοὐμὸν δ᾽, οὐχὶ τοὐκείνου, σκοπῶ.
1115πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.

Ἠλέκτρα

τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;

Κλυταιμήστρα

τρόποι τοιοῦτοι: καὶ σὺ δ᾽ αὐθάδης ἔφυς.

Ἠλέκτρα

ἀλγῶ γάρ: ἀλλὰ παύσομαι θυμουμένη.

Κλυταιμήστρα

καὶ μὴν ἐκεῖνος οὐκέτ᾽ ἔσται σοι βαρύς.

Ἠλέκτρα

1120φρονεῖ μέγ᾽: ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.

Κλυταιμήστρα

ὁρᾷς; ἀν᾽ αὖ σὺ ζωπυρεῖς νείκη νέα.

Ἠλέκτρα

σιγῶ: δέδοικα γάρ νιν ὡς δέδοικ᾽ ἐγώ.

Κλυταιμήστρα

παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ᾽ ἐκάλεις, τέκνον;

Ἠλέκτρα

ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων:
1125τούτων ὕπερ μοι θῦσονοὐ γὰρ οἶδ᾽ ἐγώ
δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται:
τρίβων γὰρ οὐκ εἴμ᾽, ἄτοκος οὖσ᾽ ἐν τῷ πάρος.

Κλυταιμήστρα

ἄλλης τόδ᾽ ἔργον, σ᾽ ἔλυσεν ἐκ τόκων.

Ἠλέκτρα

αὐτὴ 'λόχευον κἄτεκον μόνη βρέφος.

Κλυταιμήστρα

1130οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;

Ἠλέκτρα

πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.

Κλυταιμήστρα

ἀλλ᾽ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
θύσω θεοῖσι: σοὶ δ᾽ ὅταν πράξω χάριν
τήνδ᾽, εἶμ᾽ ἐπ᾽ ἀγρὸν οὗ πόσις θυηπολεῖ
1135νύμφαισιν. ἀλλὰ τούσδ᾽ ὄχους, ὀπάονες,
φάτναις ἄγοντες πρόσθεθ᾽: ἡνίκ᾽ ἂν δέ με
δοκῆτε θυσίας τῆσδ᾽ ἀπηλλάχθαι θεοῖς,
πάρεστε: δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

Ἠλέκτρα

χώρει πένητας ἐς δόμους: φρούρει δέ μοι
1140μή σ᾽ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.

κανοῦν δ᾽ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
πληγεῖσα: νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
1145ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ᾽ ἐγὼ
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1050
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: