previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;

Διόσκουροι

θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.

Ἠλέκτρα

1295κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;

Διόσκουροι

καὶ σοί: Φοίβῳ τήνδ᾽ ἀναθήσω
πρᾶξιν φονίαν.

Χορός

πῶς ὄντε θεὼ τῆσδέ τ᾽ ἀδελφὼ
τῆς καπφθιμένης
1300οὐκ ἠρκέσατον κῆρας μελάθροις;

Διόσκουροι

μοῖρά τ᾽ ἀνάγκης ἦγ᾽ ἐς τὸ χρεών,
Φοίβου τ᾽ ἄσοφοι γλώσσης ἐνοπαί.

Ἠλέκτρα

τίς δ᾽ ἔμ᾽ Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;

Διόσκουροι

1305κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δ᾽ ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.

Ὀρέστης

σύγγονέ μοι, χρονίαν σ᾽ ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
1310καὶ σ᾽ ἀπολείψω σοῦ λειπόμενος.

Διόσκουροι

πόσις ἔστ᾽ αὐτῇ καὶ δόμος: οὐχ ἥδ᾽
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.

Ἠλέκτρα

καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
1315 γῆς πατρίας ὅρον ἐκλείπειν;

Ὀρέστης

ἀλλ᾽ ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπ᾽ ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.

Διόσκουροι
θάρσει: Παλλάδος
1320ὁσίαν ἥξεις πόλιν: ἀλλ᾽ ἀνέχου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1304
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: