previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

Ἠλέκτρα

215οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρ᾽ οἶκον οἵδ᾽ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου:
φυγῇ σὺ μὲν κατ᾽ οἶμον, ἐς δόμους δ᾽ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

Ὀρέστης

220μέν᾽, τάλαινα: μὴ τρέσῃς ἐμὴν χέρα.

Ἠλέκτρα

Φοῖβ᾽ Ἄπολλον: προσπίτνω σε μὴ θανεῖν.

Ὀρέστης

ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.

Ἠλέκτρα

ἄπελθε, μὴ ψαῦ᾽ ὧν σε μὴ ψαύειν χρεών.

Ὀρέστης

οὐκ ἔσθ᾽ ὅτου θίγοιμ᾽ ἂν ἐνδικώτερον.

Ἠλέκτρα

225καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;

Ὀρέστης

μείνασ᾽ ἄκουσον, καὶ τάχ᾽ οὐκ ἄλλως ἐρεῖς.

Ἠλέκτρα

ἕστηκα: πάντως δ᾽ εἰμὶ σή: κρείσσων γὰρ εἶ.

Ὀρέστης

ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.

Ἠλέκτρα

φίλτατ᾽, ἆρα ζῶντος τεθνηκότος;

Ὀρέστης

230ζῇ: πρῶτα γάρ σοι τἀγάθ᾽ ἀγγέλλειν θέλω.

Ἠλέκτρα

εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.

Ὀρέστης

κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.

Ἠλέκτρα

ποῦ γῆς τλήμων τλήμονας φυγὰς ἔχων;

Ὀρέστης

οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.

Ἠλέκτρα

235οὔ που σπανίζων τοῦ καθ᾽ ἡμέραν βίου;

Ὀρέστης

ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.

Ἠλέκτρα

λόγον δὲ δὴ τίν᾽ ἦλθες ἐκ κείνου φέρων;

Ὀρέστης

εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.

Ἠλέκτρα

οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.

Ὀρέστης

240λύπαις γε συντετηκός, ὥστε με στένειν.

Ἠλέκτρα

καὶ κρᾶτα πλόκαμόν τ᾽ ἐσκυθισμένον ξυρῷ.

Ὀρέστης

δάκνει σ᾽ ἀδελφὸς τε θανὼν ἴσως πατήρ.

Ἠλέκτρα

οἴμοι, τί γάρ μοι τῶνδέ γ᾽ ἐστὶ φίλτερον;

Ὀρέστης

φεῦ φεῦ: τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;

Ἠλέκτρα

245ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.

Ὀρέστης

ἐκ τοῦ δὲ ναίεις ἐνθάδ᾽ ἄστεως ἑκάς;

Ἠλέκτρα

ἐγημάμεσθ᾽, ξεῖνε, θανάσιμον γάμον.

Ὀρέστης

ᾤμωξ᾽ ἀδελφὸν σόν. Μυκηναίων τίνι;

Ἠλέκτρα

οὐχ πατήρ μ᾽ ἤλπιζεν ἐκδώσειν ποτέ.

Ὀρέστης

250εἴφ᾽, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.

Ἠλέκτρα

ἐν τοῖσδ᾽ ἐκείνου τηλορὸς ναίω δόμοις.

Ὀρέστης

σκαφεύς τις βουφορβὸς ἄξιος δόμων.

Ἠλέκτρα

πένης ἀνὴρ γενναῖος ἔς τ᾽ ἔμ᾽ εὐσεβής.

Ὀρέστης

δ᾽ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;

Ἠλέκτρα

255οὐπώποτ᾽ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.

Ὀρέστης

ἅγνευμ᾽ ἔχων τι θεῖον σ᾽ ἀπαξιῶν;

Ἠλέκτρα

γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.

Ὀρέστης

καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;

Ἠλέκτρα

οὐ κύριον τὸν δόντα μ᾽ ἡγεῖται, ξένε.

Ὀρέστης

260ξυνῆκ᾽: Ὀρέστῃ μή ποτ᾽ ἐκτείσῃ δίκην.

Ἠλέκτρα

τοῦτ᾽ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1172
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: