previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

300λέγοιμ᾽ ἄν, εἰ χρήχρὴ δὲ πρὸς φίλον λέγειν
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλ᾽ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
305πίνῳ θ᾽ ὅσῳ βέβριθ᾽, ὑπὸ στέγαισί τε
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
310ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
ἀναίνομαι δὲ Κάστορ᾽, πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμ᾽ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
μήτηρ δ᾽ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
315θρόνῳ κάθηται, πρὸς δ᾽ ἕδραισιν Ἀσίδες
δμωαὶ στατίζουσ᾽, ἃς ἔπερσ᾽ ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δ᾽ ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δ᾽ ἐκεῖνον ἔκτανεν,
320ἐς ταὐτὰ βαίνων ἅρματ᾽ ἐκφοιτᾷ πατρί,
καὶ σκῆπτρ᾽ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτ᾽ οὐδὲ κλῶνα μυρσίνης
325ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν:
330ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
παρὼν ἀμύνει; — ταῦτ᾽ ἀπὼν ὑβρίζεται.

ἀλλ᾽, ξέν᾽, ἱκετεύω σ᾽, ἀπάγγειλον τάδε.
πολλοὶ δ᾽ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ᾽ ἐγώ,
αἱ χεῖρες γλῶσσ᾽ ταλαίπωρός τε φρήν,
335κάρα τ᾽ ἐμὸν ξυρῆκες, τ᾽ ἐκεῖνον τεκών.
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
δ᾽ ἄνδρ᾽ ἕν᾽ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

Χορός

καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
340λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 527
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: