previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀρέστης

πρὸς θεῶν, ὅδ᾽ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
365τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;

Ἠλέκτρα

οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.

Ὀρέστης

φεῦ:
οὐκ ἔστ᾽ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν:
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
370τὸ μηδὲν ὄντα, χρηστά τ᾽ ἐκ κακῶν τέκνα,
λιμόν τ᾽ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην τε μεγάλην ἐν πένητι σώματι.
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
375 τοῖς ἔχουσι μηδέν; ἀλλ᾽ ἔχει νόσον
πενία, διδάσκει δ᾽ ἄνδρα τῇ χρείᾳ κακόν.
ἀλλ᾽ εἰς ὅπλ᾽ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
μάρτυς γένοιτ᾽ ἂν ὅστις ἐστὶν ἁγαθός;
κράτιστον εἰκῇ ταῦτ᾽ ἐᾶν ἀφειμένα.
380οὗτος γὰρ ἁνὴρ οὔτ᾽ ἐν Ἀργείοις μέγας
οὔτ᾽ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ ἀφρονήσεθ᾽, οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῇ δ᾽ ὁμιλίᾳ βροτοὺς
385κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθ᾽: αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματ᾽ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει:
390ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.

ἀλλ᾽ἄξιος γὰρ τε παρὼν τ᾽ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ᾽ ἥκομεν
δεξώμεθ᾽ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδ᾽ ἐντός. ὡς ἐμοὶ πένης
395εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδ᾽ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δ᾽ ἄν, εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δ᾽ ἂν ἔλθοι: Λοξίου γὰρ ἔμπεδοι
400χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: