previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρέσβυς

ποῦ ποῦ νεᾶνις πότνι᾽ ἐμὴ δέσποινά τε,
Ἀγαμέμνονος παῖς, ὅν ποτ᾽ ἐξέθρεψ᾽ ἐγώ;
ὡς πρόσβασιν τῶνδ᾽ ὀρθίαν οἴκων ἔχει
490ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

θύγατερἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495ποίμνης νεογνὸν θρέμμ᾽ ὑποσπάσας τόδε
στεφάνους τε τευχέων τ᾽ ἐξελὼν τυρεύματα,
παλαιόν τε θησαύρισμα Διονύσου τόδε
ὀσμῇ κατῆρες, μικρόν, ἀλλ᾽ ἐπεσβαλεῖν
ἡδὺ σκύφον τοῦδ᾽ ἀσθενεστέρῳ ποτῷ.
500ἴτω φέρων τις τοῖς ξένοις τάδ᾽ ἐς δόμους:
ἐγὼ δὲ τρύχει τῷδ᾽ ἐμῶν πέπλων κόρας
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

Ἠλέκτρα

τί δ᾽, γεραιέ, διάβροχον τόδ᾽ ὄμμ᾽ ἔχεις;
μῶν τἀμὰ διὰ χρόνου σ᾽ ἀνέμνησεν κακά;
505 τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ᾽ ἐν χεροῖν ἔχων
ἀνόνητ᾽ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

Πρέσβυς

ἀνόνηθ᾽: ὅμως δ᾽ οὖν τοῦτό γ᾽ οὐκ ἠνεσχόμην.
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ᾽ ὁδοῦ
510καὶ προσπεσὼν ἔκλαυσ᾽ ἐρημίας τυχών,
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
ἔσπεισα, τύμβῳ δ᾽ ἀμφέθηκα μυρσίνας.
πυρᾶς δ᾽ ἐπ᾽ αὐτῆς οἶν μελάγχιμον πόκῳ
σφάγιον ἐσεῖδον αἷμά τ᾽ οὐ πάλαι χυθὲν
515ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
κἀθαύμασ᾽, παῖ, τίς ποτ᾽ ἀνθρώπων ἔτλη
πρὸς τύμβον ἐλθεῖν: οὐ γὰρ Ἀργείων γέ τις.
ἀλλ᾽ ἦλθ᾽ ἴσως που σὸς κασίγνητος λάθρᾳ,
μολὼν δ᾽ ἐθαύμασ᾽ ἄθλιον τύμβον πατρός.
520σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός:
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν πατρός,
τὰ πόλλ᾽ ὅμοια σώματος πεφυκέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1310
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: