previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


50

ὅστις δέ μ᾽ εἶναί φησι μῶρον, εἰ λαβὼν
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

Ἠλέκτρα

νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
55ἐν τόδ᾽ ἄγγος τῷδ᾽ ἐφεδρεῦον κάρᾳ
φέρουσα πηγὰς ποταμίας μετέρχομαι
οὐ δή τι χρείας ἐς τοσόνδ᾽ ἀφιγμένη,
ἀλλ᾽ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς
γόους τ᾽ ἀφίημ᾽ αἰθέρ᾽ ἐς μέγαν πατρί.
60 γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
ἐξέβαλέ μ᾽ οἴκων, χάριτα τιθεμένη πόσει:
τεκοῦσα δ᾽ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
πάρεργ᾽ Ὀρέστην κἀμὲ ποιεῖται δόμων

Αὐτουργός

τί γὰρ τάδ᾽, δύστην᾽, ἐμὴν μοχθεῖς χάριν
65πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
καὶ ταῦτ᾽ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

Ἠλέκτρα

ἐγώ σ᾽ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον:
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
70ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
μόχθου 'πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
συνεκκομίζειν σοι πόνους. ἅλις δ᾽ ἔχεις
τἄξωθεν ἔργα: τἀν δόμοις δ᾽ ἡμᾶς χρεὼν
75ἐξευτρεπίζειν. εἰσιόντι δ᾽ ἐργάτῃ
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

Αὐτουργός

εἴ τοι δοκεῖ σοι, στεῖχε: καὶ γὰρ οὐ πρόσω
πηγαὶ μελάθρων τῶνδ᾽. ἐγὼ δ᾽ ἅμ᾽ ἡμέρᾳ
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
80ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
βίον δύναιτ᾽ ἂν ξυλλέγειν ἄνευ πόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 635
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: