previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρέσβυς

οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

Ἠλέκτρα

οἵδ᾽ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.

Πρέσβυς

550ἀλλ᾽ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε:
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.

Ὀρέστης

χαῖρ᾽, γεραιέ. — τοῦ ποτ᾽, Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

Ἠλέκτρα

555οὗτος τὸν ἁμὸν πατέρ᾽ ἔθρεψεν, ξένε.

Ὀρέστης

τί φῄς; ὅδ᾽ ὃς σὸν ἐξέκλεψε σύγγονον;

Ἠλέκτρα

ὅδ᾽ ἔσθ᾽ σώσας κεῖνον, εἴπερ ἔστ᾽ ἔτι.

Ὀρέστης

ἔα:
τί μ᾽ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρ᾽; προσεικάζει μέ τῳ;

Ἠλέκτρα

560ἴσως Ὀρέστου σ᾽ ἥλιχ᾽ ἥδεται βλέπων.

Ὀρέστης

φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

Ἠλέκτρα

καὐτὴ τόδ᾽ εἰσορῶσα θαυμάζω, ξένε.

Πρέσβυς

πότνι᾽, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

Ἠλέκτρα

τί τῶν ἀπόντων τί τῶν ὄντων πέρι;

Πρέσβυς

565λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

Ἠλέκτρα

ἰδού: καλῶ θεούς. τί δὴ λέγεις, γέρον;

Πρέσβυς

βλέψον νυν ἐς τόνδ᾽, τέκνον, τὸν φίλτατον.

Ἠλέκτρα

πάλαι δέδορκα, μὴ σύ γ᾽ οὐκέτ᾽ εὖ φρονῇς.

Πρέσβυς

οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;

Ἠλέκτρα

570πῶς εἶπας, γεραί᾽, ἀνέλπιστον λόγον;

Πρέσβυς

ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

Ἠλέκτρα

ποῖον χαρακτῆρ᾽ εἰσιδών, πείσομαι;

Πρέσβυς

οὐλὴν παρ᾽ ὀφρύν, ἥν ποτ᾽ ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθ᾽ ᾑμάχθη πεσών.

Ἠλέκτρα

575πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.

Πρέσβυς

ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

Ἠλέκτρα

ἀλλ᾽ οὐκέτ᾽, γεραιέ: συμβόλοισι γὰρ
τοῖς σοῖς πέπεισμαι θυμόν. — χρόνῳ φανείς,
ἔχω σ᾽ ἀέλπτως

Ὀρέστης
κἀξ ἐμοῦ γ᾽ ἔχῃ χρόνῳ.

Ἠλέκτρα

580οὐδέποτε δόξασα.

Ὀρέστης
οὐδ᾽ ἐγὼ γὰρ ἤλπισα.

Ἠλέκτρα

ἐκεῖνος εἶ σύ;

Ὀρέστης
σύμμαχός γέ σοι μόνος.
ἢν δ᾽ ἀνσπάσωμαί γ᾽ ὃν μετέρχομαι βόλον
πέποιθα δ᾽: χρὴ μηκέθ᾽ ἡγεῖσθαι θεούς,
εἰ τἄδικ᾽ ἔσται τῆς δίκης ὑπέρτερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: