previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

πῶς οὖν ἐκείνην τόνδε τ᾽ ἐν ταὐτῷ κτενῶ;

Ἠλέκτρα

ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

Ὀρέστης

καὶ μὴν ἐκεῖνά γ᾽ τύχη θήσει καλῶς.

Ἠλέκτρα

ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.

Πρέσβυς

650ἔσται τάδ᾽: εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;

Ἠλέκτρα

λέγ᾽, γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών:
λεχώ μ᾽ ἀπάγγελλ᾽ οὖσαν ἄρσενος τόκῳ.

Πρέσβυς

πότερα πάλαι τεκοῦσαν νεωστὶ δή;

Ἠλέκτρα

δέχ᾽ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.

Πρέσβυς

655καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;

Ἠλέκτρα

ἥξει κλύουσα λόχιά μου νοσήματα.

Πρέσβυς

πόθεν; τί δ᾽ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;

Ἠλέκτρα

ναί: καὶ δακρύσει γ᾽ ἀξίωμ᾽ ἐμῶν τόκων.

Πρέσβυς

ἴσως: πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.

Ἠλέκτρα

660ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.

Πρέσβυς

καὶ μὴν ἐπ᾽ αὐτάς γ᾽ εἶσι σῶν δόμων πύλας.

Ἠλέκτρα

οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;

Πρέσβυς

εἰ γὰρ θάνοιμι τοῦτ᾽ ἰδὼν ἐγώ ποτε.

Ἠλέκτρα

πρώτιστα μέν νυν τῷδ᾽ ὑφήγησαι, γέρον

Πρέσβυς

665Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;

Ἠλέκτρα

ἔπειτ᾽ ἀπαντῶν μητρὶ τἀπ᾽ ἐμοῦ φράσον.

Πρέσβυς

ὥστ᾽ αὐτά γ᾽ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.

Ἠλέκτρα

σὸν ἔργον ἤδη: πρόσθεν εἴληχας φόνου.

Ὀρέστης

στείχοιμ᾽ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ᾽ ὁδοῦ.

Πρέσβυς

670καὶ μὴν ἐγὼ πέμποιμ᾽ ἂν οὐκ ἀκουσίως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: