previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

Ζεῦ Πατρῷε, καὶ Τροπαῖ᾽ ἐχθρῶν γενοῦ

Ἠλέκτρα

οἴκτιρέ θ᾽ ἡμᾶς: οἰκτρὰ γὰρ πεπόνθαμεν

Πρέσβυς

οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.

Ἠλέκτρα

Ἥρα τε, βωμῶν Μυκηναίων κρατεῖς

Ὀρέστης

675νίκην δὸς ἡμῖν, εἰ δίκαι᾽ αἰτούμεθα.

Πρέσβυς

δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.

Ὀρέστης

σύ τ᾽, κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ

Ἠλέκτρα

καὶ Γαῖ᾽ ἄνασσα, χεῖρας δίδωμ᾽ ἐμὰς

Πρέσβυς

ἄμυν᾽ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.

Ὀρέστης

680νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.

Ἠλέκτρα

οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ

Πρέσβυς

χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.

Ἠλέκτρα

ἤκουσας, δείν᾽ ἐξ ἐμῆς μητρὸς παθών;

Πρέσβυς

πάντ᾽, οἶδ᾽, ἀκούει τάδε πατήρ: στείχειν δ᾽ ἀκμή.

Ἠλέκτρα

685καί σοι προφωνῶ πρὸς τάδ᾽ Αἴγισθον θανεῖν:
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε:
παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
δόμων ἔσω βᾶσ᾽ εὐτρεπὲς ποήσομαι.
690ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα: θνῄσκοντος δέ σου
τἀναντί᾽ ἔσται τῶνδε: ταῦτά σοι λέγω.

Ὀρέστης

πάντ᾽ οἶδα.

Ἠλέκτρα
πρὸς τάδ᾽ ἄνδρα γίγνεσθαί σε χρή.

ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
695κραυγὴν ἀγῶνος τοῦδε: φρουρήσω δ᾽ ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσ᾽ ἐμῇ.
οὐ γάρ ποτ᾽ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμ᾽ ἐμὸν καθυβρίσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1239
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 189
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 572
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: