previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ἔα ἔα:
φίλαι, βοῆς ἠκούσατ᾽ δοκὼ κενὴ
ὑπῆλθέ μ᾽; — ὥστε νερτέρα βροντὴ Διός;
ἰδού, τάδ᾽ οὐκ ἄσημα πνεύματ᾽ αἴρεται:
750δέσποιν᾽, ἄμειψον δώματ᾽, Ἠλέκτρα, τάδε.

Ἠλέκτρα

φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;

Χορός

οὐκ οἶδα πλὴν ἕν: φόνιον οἰμωγὴν κλύω.

Ἠλέκτρα

ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ᾽ ὅμως.

Χορός

μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.

Ἠλέκτρα

755Ἀργεῖος στεναγμός: φίλων ἐμῶν;

Χορός

οὐκ οἶδα: πᾶν γὰρ μείγνυται μέλος βοῆς.

Ἠλέκτρα

σφαγὴν ἀυτεῖς τήνδε μοι: τί μέλλομεν;

Χορός

ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.

Ἠλέκτρα

οὐκ ἔστι: νικώμεσθα: ποῦ γὰρ ἄγγελοι;

Χορός

760ἥξουσιν: οὔτοι βασιλέα φαῦλον κτανεῖν.

Ἄγγελος

καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντ᾽ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
Αἴγισθον: ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

Ἠλέκτρα

765τίς δ᾽ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;

Ἄγγελος

οὐκ οἶσθ᾽ ἀδελφοῦ μ᾽ εἰσορῶσα πρόσπολον;

Ἠλέκτρα

φίλτατ᾽, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου: νῦν δὲ γιγνώσκω σε δή.
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

Ἄγγελος

770τέθνηκε: δίς σοι ταὔθ᾽, γοῦν βούλῃ, λέγω.

Ἠλέκτρα

θεοί, Δίκη τε πάνθ᾽ ὁρῶσ᾽, ἦλθές ποτε.
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: