previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

Ἄγγελος

ἐπεὶ μελάθρων τῶνδ᾽ ἀπήραμεν πόδα,
775ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθ᾽ ἦν κλεινὸς τῶν Μυκηναίων ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους:
ἰδών τ᾽ ἀυτεῖ: Χαίρετ᾽, ξένοι: τίνες
780πόθεν πορεύεσθ᾽; ἔστε τ᾽ ἐκ ποίας χθονός;
δ᾽ εἶπ᾽ Ὀρέστης: Θεσσαλοί: πρὸς δ᾽ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθ᾽ Ὀλυμπίῳ Διί.
κλύων δὲ ταῦτ᾽ Αἴγισθος ἐννέπει τάδε:
νῦν μὲν παρ᾽ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
785θοίνης γενέσθαι: τυγχάνω δὲ βουθυτῶν
νύμφαις: ἑῷοι δ᾽ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετ᾽. ἀλλ᾽ ἴωμεν ἐς δόμους
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶςοὐδ᾽ ἀπαρνεῖσθαι χρεών:
790ἐπεὶ δ᾽ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε:
λούτρ᾽ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλ᾽ εἶπ᾽ Ὀρέστης: Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθ᾽, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ᾽, ἄναξ.

τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον:
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας:
800οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ᾽ ᾖρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ᾽ ἐσχάρας
λέβητας ὤρθουν: πᾶσα δ᾽ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδ᾽ ἐννέπων ἔπη:
805νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατ᾽ οἴκους Τυνδαρίδα δάμαρτ᾽ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δ᾽ ἐμοὺς ἐχθροὺς κακῶς
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ᾽ ἐμὸς
τἀναντί᾽ ηὔχετ᾽, οὐ γεγωνίσκων λόγους,
810λαβεῖν πατρῷα δώματ᾽. ἐκ κανοῦ δ᾽ ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφ᾽ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
κἄσφαξ᾽ ἐπ᾽ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε:
815Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδ᾽, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τ᾽ ὀχμάζει: λαβὲ σίδηρον, ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: