previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ εὐκρότητον Δωρίδ᾽ ἁρπάσας χεροῖν,
820ῥίψας ἀπ᾽ ὤμων εὐπρεπῆ πορπάματα,
Πυλάδην μὲν εἵλετ᾽ ἐν πόνοις ὑπηρέτην,
δμῶας δ᾽ ἀπωθεῖ: καὶ λαβὼν μόσχου πόδα,
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα:
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν δρομεὺς
825δισσοὺς διαύλους ἱππίους διήνυσε,
κἀνεῖτο λαγόνας. ἱερὰ δ᾽ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
830χὣ μὲν σκυθράζει, δεσπότης δ᾽ ἀνιστορεῖ:
τί χρῆμ᾽ ἀθυμεῖς; — ξέν᾽, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δ᾽ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τ᾽ ἐμοῖς δόμοις:
δ᾽ εἶπε: φυγάδος δῆτα δειμαίνεις δόλον,
835πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδ᾽ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδ᾽, ἀπορρήξω χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δ᾽ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
840ὄνυχας ἐπ᾽ ἄκρους στὰς κασίγνητος σέθεν
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα: πᾶν δὲ σῶμ᾽ ἄνω κάτω
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.

δμῶες δ᾽ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
845πολλοὶ μάχεσθαι πρὸς δύ᾽: ἀνδρείας δ᾽ ὕπο
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τ᾽. εἶπε δ᾽: οὐχὶ δυσμενὴς
ἥκω πόλει τῇδ᾽ οὐδ᾽ ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
850τλήμων Ὀρέστης: ἀλλὰ μή με καίνετε,
πατρὸς παλαιοὶ δμῶες. οἳ δ᾽, ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας: ἐγνώσθη δ᾽ ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δ᾽ εὐθὺς σοῦ κασιγνήτου κάρα
855χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
κάρα 'πιδείξων οὐχὶ Γοργόνος φέρων,
ἀλλ᾽ ὃν στυγεῖς Αἴγισθον: αἷμα δ᾽ αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 969
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: