previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἠλέκτρα

880 καλλίνικε, πατρὸς ἐκ νικηφόρου
γεγώς, Ὀρέστα, τῆς ὑπ᾽ Ἰλίῳ μάχης,
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
ἀγῶν᾽ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
885Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
σύ τ᾽, παρασπίστ᾽, ἀνδρὸς εὐσεβεστάτου
παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
δέχου: φέρῃ γὰρ καὶ σὺ τῷδ᾽ ἴσον μέρος
ἀγῶνος: αἰεὶ δ᾽ εὐτυχεῖς φαίνοισθέ μοι.

Ὀρέστης

890θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
ἀρχηγέτας τῆσδ᾽, εἶτα κἄμ᾽ ἐπαίνεσον
τὸν τῶν θεῶν τε τῆς τύχης θ᾽ ὑπηρέτην.
ἥκω γὰρ οὐ λόγοισιν ἀλλ᾽ ἔργοις κτανὼν
Αἴγισθον: ὡς δὲ τῷ σάφ᾽ εἰδέναι τάδε
895προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
πήξασ᾽ ἔρεισον σκόλοπι: σὸς γάρ ἐστι νῦν
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.

Ἠλέκτρα

900αἰσχύνομαι μέν, βούλομαι δ᾽ εἰπεῖν ὅμως.

Ὀρέστης

τί χρῆμα; λέξον: ὡς φόβου γ᾽ ἔξωθεν εἶ.

Ἠλέκτρα

νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.

Ὀρέστης

οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.

Ἠλέκτρα

δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

Ὀρέστης

905λέγ᾽, εἴ τι χρῄζεις, σύγγον᾽: ἀσπόνδοισι γὰρ
νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 52
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: