previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
καὶ τἄμ᾽ ἐν ὑμῖν ἐστιν καλῶς ἔχειν
μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
φίλου τ᾽ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
1060καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ᾽ ἀρχέτω:
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
σῴζειν τε κοινὰ πράγματ᾽ ἀσφαλέσταται.
σιγήσαθ᾽ ἡμῖν καὶ συνεκπονήσατε
φυγάς. καλόν τοι γλῶσσ᾽ ὅτῳ πιστὴ παρῇ.
1065ὁρᾶτε δ᾽ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,
γῆς πατρῴας νόστον θανεῖν ἔχει.
σωθεῖσα δ᾽, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
σώσω σ᾽ ἐς Ἑλλάδ᾽. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
1070γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων
μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
τί φατέ; τίς ὑμῶν φησιν τίς οὐ θέλειν
φθέγξασθεταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.

Χορός

1075θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον:
ὡς ἔκ γ᾽ ἐμοῦ σοι πάντα σιγηθήσεται
ἴστω μέγας Ζεύςὧν ἐπισκήπτεις πέρι.

Ἰφιγένεια

ὄναισθε μύθων καὶ γένοισθ᾽ εὐδαίμονες.

σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους:
1080ὡς αὐτίχ᾽ ἥξει τῆσδε κοίρανος χθονός,
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.

πότνι᾽, ἥπερ μ᾽ Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τ᾽: τὸ Λοξίου
1085οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα.
ἀλλ᾽ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας: καὶ γὰρ ἐνθάδ᾽ οὐ πρέπει
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • E.C. Marchant, Commentary on Thucydides: Book 2, 2.35
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: