previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θόας

ποῦ 'σθ᾽ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
1155ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;

Χορός

ἥδ᾽ ἐστίν, σοι πάντ᾽, ἄναξ, ἐρεῖ σαφῶς.

Θόας

ἔα:
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ᾽ ἐν ὠλέναις;

Ἰφιγένεια

ἄναξ, ἔχ᾽ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.

Θόας

1160τί δ᾽ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;

Ἰφιγένεια

ἀπέπτυσ᾽: Ὁσίᾳ γὰρ δίδωμ᾽ ἔπος τόδε.

Θόας

τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.

Ἰφιγένεια

οὐ καθαρά μοι τὰ θύματ᾽ ἠγρεύσασθ᾽, ἄναξ.

Θόας

τί τοὐκδιδάξαν τοῦτό σ᾽; δόξαν λέγεις;

Ἰφιγένεια

1165βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.

Θόας

αὐτόματον, νιν σεισμὸς ἔστρεψε χθονός;

Ἰφιγένεια

αὐτόματον: ὄψιν δ᾽ ὀμμάτων ξυνήρμοσεν.

Θόας

δ᾽ αἰτία τίς; τὸ τῶν ξένων μύσος;

Ἰφιγένεια

ἥδ᾽, οὐδὲν ἄλλο: δεινὰ γὰρ δεδράκατον.

Θόας

1170ἀλλ᾽ τιν᾽ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;

Ἰφιγένεια

οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.

Θόας

τίν᾽; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.

Ἰφιγένεια

μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.

Θόας

Ἄπολλον, οὐδ᾽ ἐν βαρβάροις ἔτλη τις ἄν.

Ἰφιγένεια

1175πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.

Θόας

τῶνδ᾽ ἕκατι δῆτ᾽ ἄγαλμ᾽ ἔξω φέρεις;

Ἰφιγένεια

σεμνόν γ᾽ ὑπ᾽ αἰθέρ᾽, ὡς μεταστήσω φόνου.

Θόας

μίασμα δ᾽ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;

Ἰφιγένεια

ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.

Θόας

1180σοφήν σ᾽ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.

Ἰφιγένεια

καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.

Θόας

τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;

Ἰφιγένεια

τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.

Θόας

ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.

Ἰφιγένεια

1185καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.

Θόας

σὺ δ᾽ ἐς τὸ τῆς θεοῦ γ᾽ ἐξένευσας εἰκότως.

Ἰφιγένεια

πᾶσάν γε μισοῦσ᾽ Ἑλλάδ᾽, μ᾽ ἀπώλεσεν.

Θόας

τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;

Ἰφιγένεια

τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.

Θόας

1190οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;

Ἰφιγένεια

ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.

Θόας

πηγαῖσιν ὑδάτων θαλασσίᾳ δρόσῳ;

Ἰφιγένεια

θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.

Θόας

ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.

Ἰφιγένεια

1195καὶ τἀμά γ᾽ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.

Θόας

οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;

Ἰφιγένεια

ἐρημίας δεῖ: καὶ γὰρ ἄλλα δράσομεν.

Θόας

ἄγ᾽ ἔνθα χρῄζεις: οὐ φιλῶ τἄρρηθ᾽ ὁρᾶν.

Ἰφιγένεια

ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.

Θόας

1200εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.

Ἰφιγένεια

οὐ γάρ ποτ᾽ ἄν νιν ἠράμην βάθρων ἄπο.

Θόας

δίκαιος ηὑσέβεια καὶ προμηθία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 480
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: