previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰφιγένεια

εἶἑν: σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
τὰ δ᾽ ἐνθάδ᾽ ἡμεῖς ὅσια φροντιούμεθα

καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
345γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
Ἕλληνας ἄνδρας ἡνίκ᾽ ἐς χέρας λάβοις.
νῦν δ᾽ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
δοκοῦσ᾽ Ὀρέστην μηκέθ᾽ ἥλιον βλέπειν,
350δύσνουν με λήψεσθ᾽, οἵτινές ποθ᾽ ἥκετε.
καὶ τοῦτ᾽ ἄρ᾽ ἦν ἀληθές, ᾐσθόμην, φίλαι:
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
ἀλλ᾽ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
355οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
Ἑλένην ἀπήγαγ᾽ ἐνθάδ᾽, μ᾽ ἀπώλεσεν,
Μενέλεών θ᾽, ἵν᾽ αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδ᾽ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μ᾽ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
360ἔσφαζον, ἱερεὺς δ᾽ ἦν γεννήσας πατήρ.
οἴμοικακῶν γὰρ τῶν τότ᾽ οὐκ ἀμνημονῶ
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
λέγουσα τοιάδ᾽: πάτερ, νυμφεύομαι
365νυμφεύματ᾽ αἰσχρὰ πρὸς σέθεν: μήτηρ δ᾽ ἐμὲ
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον: ἡμεῖς δ᾽ ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ᾽, οὐχ Πηλέως,
370ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσ᾽, ἀδελφόν τ᾽ οὐκ ἀνειλόμην χεροῖν,
ὃς νῦν ὄλωλενοὐ κασιγνήτῃ στόμα
375συνῆψ᾽ ὑπ᾽ αἰδοῦς, ὡς ἰοῦσ᾽ ἐς Πηλέως
μέλαθρα: πολλὰ δ᾽ ἀπεθέμην ἀσπάσματα
ἐς αὖθις, ὡς ἥξουσ᾽ ἐς Ἄργος αὖ πάλιν.

τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων
380τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
καὶ λοχείας νεκροῦ θίγῃ χεροῖν,
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
385οὐκ ἔσθ᾽ ὅπως ἔτεκεν ἂν Διὸς δάμαρ
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
τοὺς δ᾽ ἐνθάδ᾽, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
390ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ:
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: