previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

εἶἑν:
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτ᾽ ὦσι δέσμιοι.
470ναοῦ δ᾽ ἔσω στείχοντες εὐτρεπίζετε
χρὴ 'πὶ τοῖς παροῦσι καὶ νομίζεται.
φεῦ:
τίς ἆρα μήτηρ τεκοῦσ᾽ ὑμᾶς ποτε
πατήρ τ᾽; ἀδελφή τ᾽, εἰ γεγῶσα τυγχάνει
οἵων στερεῖσα διπτύχων νεανιῶν
475ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδ᾽ ὅτῳ
τοιαίδ᾽ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ᾽ οὐδεὶς κακὸν

*
γὰρ τύχη παρήγαγ᾽ ἐς τὸ δυσμαθές.
πόθεν ποθ᾽ ἥκετ᾽, ταλαίπωροι ξένοι;
480ὡς διὰ μακροῦ μὲν τήνδ᾽ ἐπλεύσατε χθόνα,
μακρὸν δ᾽ ἀπ᾽ οἴκων χρόνον ἔσεσθ᾽ ἀεὶ κάτω.

Ὀρέστης

τί ταῦτ᾽ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ᾽, γύναι;
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
485οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.
οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ᾽ οἰκτίζεται
σωτηρίας ἄνελπις: ὡς δύ᾽ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τ᾽ ὀφλισκάνει
θνῄσκει θ᾽ ὁμοίως: τὴν τύχην δ᾽ ἐᾶν χρεών.
490ἡμᾶς δὲ μὴ θρήνει σύ: τὰς γὰρ ἐνθάδε
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: