previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰφιγένεια

ἀκούσατ᾽: ἐς γὰρ δή τιν᾽ ἥκομεν λόγον,
ὑμῖν τ᾽ ὄνησιν, ξένοι, σπουδῆς ἅμα
580κἀμοί. τὸ δ᾽ εὖ μάλιστά γ᾽ οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμ᾽ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σῴσαιμί σ᾽, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ᾽ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
585ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ᾽ ὕπο
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι᾽ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τάς τ᾽ ἐμὰς ἐπιστολὰς
590πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δ᾽εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
595οὗτος δ᾽, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.

Ὀρέστης

καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ξένη:
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς,
600οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπ᾽ ὀλέθρῳ τῷ τοῦδ᾽ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλ᾽ ὣς γενέσθω: τῷδε μὲν δέλτον δίδου:
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν:
605ἡμᾶς δ᾽ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. τυγχάνει δ᾽ ὅδ᾽ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον 'μὲ φῶς ὁρᾶν θέλω.

Ἰφιγένεια

λῆμ᾽ ἄριστον, ὡς ἀπ᾽ εὐγενοῦς τινος
610ῥίζης πέφυκας τοῖς φίλοις τ᾽ ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ᾽ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ᾽ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
615δέλτον φέροντα, σὺ δὲ θανῇ: πολλὴ δέ τις
προθυμία σε τοῦδ᾽ ἔχουσα τυγχάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: