previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀρέστης

ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.

Πυλάδης

ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.

Ὀρέστης

Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς
70ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;

Πυλάδης

ἔμοιγ᾽, Ὀρέστα: σοὶ δὲ συνδοκεῖν χρεών.

Ὀρέστης

καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;

Πυλάδης

ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.

Ὀρέστης

θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;

Πυλάδης

75τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων.
ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.

Ὀρέστης

Ὀρέστης

Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων
80ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ᾽ ἐς τέλος πόνων τ᾽ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα
85σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός,
ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο:
λαβόντα δ᾽ τέχναισιν τύχῃ τινί,
90κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ
δοῦναιτὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα
καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: