previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

εὔφημα φώνει: τἀμὰ δεῖ φέρειν κακά,
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
690ταὔτ᾽ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ᾽ ἐμοὶ
κτενῶ: τὸ μὲν γὰρ εἰς ἔμ᾽ οὐ κακῶς ἔχει,
πράσσονθ᾽ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
σὺ δ᾽ ὄλβιός τ᾽ εἶ, καθαρά τ᾽, οὐ νοσοῦντ᾽, ἔχεις
μέλαθρ᾽, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
695σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ᾽ ἔχειν
ὄνομά τ᾽ ἐμοῦ γένοιτ᾽ ἄν, οὐδ᾽ ἄπαις δόμος
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ᾽ ἄν.
ἀλλ᾽ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
700ὅταν δ᾽ ἐς Ἑλλάδ᾽ ἵππιόν τ᾽ Ἄργος μόλῃς,
πρὸς δεξιᾶς σε τῆσδ᾽ ἐπισκήπτω τάδε:
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
καὶ δάκρυ᾽ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
ἄγγελλε δ᾽ ὡς ὄλωλ᾽ ὑπ᾽ Ἀργείας τινὸς
705γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
καὶ χαῖρ᾽: ἐμῶν γὰρ φίλτατόν σ᾽ ηὗρον φίλων,
συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
710 πόλλ᾽ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.

ἡμᾶς δ᾽ Φοῖβος μάντις ὢν ἐψεύσατο:
τέχνην δὲ θέμενος ὡς προσώταθ᾽ Ἑλλάδος
ἀπήλασ᾽, αἰδοῖ τῶν πάρος μαντευμάτων.
πάντ᾽ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
715μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.

Πυλάδης

ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
οὐκ ἂν προδοίην, τάλας, ἐπεί σ᾽ ἐγὼ
θανόντα μᾶλλον βλέπονθ᾽ ἕξω φίλον.
ἀτὰρ τὸ τοῦ θεοῦ σ᾽ οὐ διέφθορέν γέ πω
720μάντευμα: καίτοι γ᾽ ἐγγὺς ἕστηκας φόνου.
ἀλλ᾽ ἔστιν, ἔστιν, λίαν δυσπραξία
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.

Ὀρέστης

σίγα: τὰ Φοίβου δ᾽ οὐδὲν ὠφελεῖ μ᾽ ἔπη:
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 367
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: