previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

λέγοιμ᾽ ἄν: ἀρχαὶ δ᾽ αἵδε μοι πολλῶν πόνων.
940ἐπεὶ τὰ μητρὸς ταῦθ᾽ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτ᾽ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
945ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατ᾽ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ᾽ ἐκεῖσεπρῶτα μέν μ᾽ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ᾽, ὡς θεοῖς στυγούμενον:
οἳ δ᾽ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
950παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δ᾽ ἐτεκτήναντ᾽ ἀπόφθεγκτόν μ᾽, ὅπως
δαιτὸς γενοίμην πώματός τ᾽ αὐτοῖς δίχα,
ἐς δ᾽ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
955κἀγὼ 'ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων οὕνεκ᾽ μητρὸς φονεύς.
κλύω δ᾽ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
960χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.

ὡς δ᾽ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δ᾽ ἄλλο πρέσβειρ᾽ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν δ᾽ ἀκούσας θ᾽ αἵματος μητρὸς πέρι,
965Φοῖβός μ᾽ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ:
νικῶν δ᾽ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν:
970ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,
975εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.
ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
980σύμπραξον: ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλ᾽, φιληθεῖσ᾽, κασίγνητον κάρα,
σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ᾽ ἐμέ:
985ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 11.807
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: