previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεονόη

ἐγὼ πέφυκά τ᾽ εὐσεβεῖν καὶ βούλομαι,
φιλῶ τ᾽ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
1000οὐκ ἂν μιάναιμ᾽, οὐδὲ συγγόνῳ χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
ἔνεστι δ᾽ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
ἐν τῇ φύσει: καὶ τοῦτο Νηρέως πάρα
ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
1005Ἥρᾳ δ᾽, ἐπείπερ βούλεταί σ᾽ εὐεργετεῖν,
ἐς ταὐτὸν οἴσω ψῆφον: Κύπρις δ᾽ ἐμοὶ
ἵλεως μὲν εἴη, ξυμβέβηκε δ᾽ οὐδαμοῦ:
πειράσομαι δὲ παρθένος μένειν ἀεί.
δ᾽ ἀμφὶ τύμβῳ τῷδ᾽ ὀνειδίζεις πατρί,
1010ἡμῖν ὅδ᾽ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
εἰ μὴ ἀποδώσω: καὶ γὰρ ἂν κεῖνος βλέπων
ἀπέδωκεν ἂν σοὶ τήνδ᾽ ἔχειν, ταύτῃ δὲ σέ.

καὶ γὰρ τίσις τῶνδ᾽ ἐστὶ τοῖς τε νερτέροις
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις: νοῦς
1015τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δ᾽ ἔχει
ἀθάνατον εἰς ἀθάνατον αἰθέρ᾽ ἐμπεσών.
ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
μου καθικετεύσατ᾽, οὐδὲ μωρίᾳ
ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
1020εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσ᾽ ὅμως,
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
αὐτοὶ μὲν οὖν ὁδόν τιν᾽ ἐξευρίσκετε,
ἐγὼ δ᾽ ἀποστᾶσ᾽ ἐκποδὼν σιγήσομαι.
ἐκ τῶν θεῶν δ᾽ ἄρχεσθε χἱκετεύετε
1025τὴν μέν σ᾽ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
σὺ δ᾽, θανών μοι πάτερ, ὅσον γ᾽ ἐγὼ σθένω,
οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντ᾽ εὐσεβοῦς.

Χορός

1030οὐδείς ποτ᾽ εὐτύχησεν ἔκδικος γεγώς,
ἐν τῷ δικαίῳ δ᾽ ἐλπίδες σωτηρίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: