previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοκλύμενος

1250 ξένε, λόγων μὲν κληδόν᾽ ἤνεγκας φίλην.

Μενελέως

οὔκουν ἐμαυτῷ γ᾽ οὐδὲ τῷ τεθνηκότι.

Θεοκλύμενος

πῶς τοὺς θανόντας θάπτετ᾽ ἐν πόντῳ νεκρούς;

Μενελέως

ὡς ἂν παρούσης οὐσίας ἕκαστος .

Θεοκλύμενος

πλούτου λέγ᾽ οὕνεχ᾽ τι θέλεις ταύτης χάριν.

Μενελέως

1255προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.

Θεοκλύμενος

τίνος; σύ μοι σήμαινε, πείσομαι δ᾽ ἐγώ.

Μενελέως

αὐτὸς σὺ γίγνωσκ᾽: ἀρκέσει γὰρ ἃν διδῷς.

Θεοκλύμενος

ἐν βαρβάροις μὲν ἵππον ταῦρον νόμος.

Μενελέως

διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.

Θεοκλύμενος

1260οὐ τῶνδ᾽ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.

Μενελέως

καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.

Θεοκλύμενος

ἔσται: τί δ᾽ ἄλλο προσφέρειν νομίζεται;

Μενελέως

χαλκήλαθ᾽ ὅπλα: καὶ γὰρ ἦν φίλος δορί.

Θεοκλύμενος

ἄξια τάδ᾽ ἔσται Πελοπιδῶν δώσομεν.

Μενελέως

1265καὶ τἄλλ᾽ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.

Θεοκλύμενος

πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;

Μενελέως

ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.

Θεοκλύμενος

πόσον δ᾽ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;

Μενελέως

ὥστ᾽ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.

Θεοκλύμενος

1270τί δή; τόδ᾽ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;

Μενελέως

ὡς μὴ πάλιν γῇ λύματ᾽ ἐκβάλῃ κλύδων.

Θεοκλύμενος

Φοίνισσα κώπη ταχύπορος γενήσεται.

Μενελέως

καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.

Θεοκλύμενος

οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;

Μενελέως

1275μητρὸς τόδ᾽ ἔργον γυναικὸς τέκνων.

Θεοκλύμενος

ταύτης μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.

Μενελέως

ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.

Θεοκλύμενος

ἴτω: πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
ἐλθὼν δ᾽ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ:
1280καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῇδε πρὸς χάριν: φήμας δ᾽ ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψῃ σῖτά θ᾽, ὥστε σ᾽ ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γ᾽ ἀθλίως ἔχονθ᾽ ὁρῶ.
1285σὺ δ᾽, τάλαινα, μὴ 'πὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήνΜενέλεως δ᾽ ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν κατθανὼν πόσις.

Μενελέως

σὸν ἔργον, νεᾶνι: τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ᾽ ὄντ᾽ ἐᾶν:
1290ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
ἢν δ᾽ Ἑλλάδ᾽ ἔλθω καὶ τύχω σωτηρίας,
παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.

Ἑλένη

ἔσται τάδ᾽: οὐδὲ μέμψεται πόσις ποτὲ
1295ἡμῖν: σὺ δ᾽ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
ἀλλ᾽, τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τ᾽ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
εὐεργετήσω σ᾽: εὐμενέστερον γὰρ ἂν
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
1300δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: