previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

τὰ μὲν κατ᾽ οἴκους εὐτυχοῦμεν, φίλαι:
1370 γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
οὐκ εἶπ᾽ ἀδελφῷ: κατθανόντα δ᾽ ἐν χθονὶ
οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.

*
κάλλιστα δῆτ᾽ ἀνήρπασ᾽ ἐν τύχῃ πόσις:
1375 γὰρ καθήσειν ὅπλ᾽ ἔμελλεν εἰς ἅλα,
ταῦτ᾽ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
προύργου δ᾽ ἐς ἀλκὴν σῶμ᾽ ὅπλοις ἠσκήσατο,
1380ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
πέπλους δ᾽ ἀμείψασ᾽ ἀντὶ ναυφθόρου στολῆς
ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
1385ἀλλ᾽, ἐκπερᾷ γὰρ δωμάτων τοὺς ἐμοὺς
γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
σιγητέον μοι: καὶ σὲ προσποιούμεθα
εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.

Θεοκλύμενος

1390χωρεῖτ᾽ ἐφεξῆς, ὡς ἔταξεν ξένος,
δμῶες, φέροντες ἐνάλια κτερίσματα.
Ἑλένη, σὺ δ᾽, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
πείθου, μέν᾽ αὐτοῦ: ταὐτὰ γὰρ παροῦσά τε
πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
1395δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
πείσῃ μεθεῖναι σῶμ᾽ ἐς οἶδμα πόντιον
τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην:
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ᾽ ὅμως στένεις.

Ἑλένη

καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
1400τὰ πρῶτα λέκτρα νυμφικάς θ᾽ ὁμιλίας
τιμᾶν: ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
καὶ ξυνθάνοιμ᾽ ἄν: ἀλλὰ τίς κείνῳ χάρις
ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
1405θεοὶ δὲ σοί τε δοῖεν οἷ᾽ ἐγὼ θέλω,
καὶ τῷ ξένῳ τῷδ᾽, ὅτι συνεκπονεῖ τάδε.
ἕξεις δέ μ᾽ οἵαν χρή σ᾽ ἔχειν ἐν δώμασι
γυναῖκ᾽, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
κἄμ᾽: ἔρχεται γὰρ δή τιν᾽ ἐς τύχην τάδε.
1410ὅστις δὲ δώσει ναῦν ἐν τάδ᾽ ἄξομεν,
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: