previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Διόσκοροι

ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
Θεοκλύμενε, γαίας τῆσδ᾽ ἄναξ: δισσοὶ δέ σε
Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
1645ἔτικτεν Ἑλένην θ᾽, πέφευγε σοὺς δόμους:
οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
οὐδ᾽ θεᾶς Νηρῇδος ἔκγονος κόρη
ἀδικεῖ σ᾽ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
τιμῶσα πατρός τ᾽ ἐνδίκους ἐπιστολάς.
1650

ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν:
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ᾽, οὐκέτι:
ἐν τοῖσι δ᾽ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
1655ἐλθεῖν τ᾽ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.
ἀλλ᾽ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
νόμιζε δ᾽ αὐτὴν σωφρόνως πράσσειν τάδε.
πάλαι δ᾽ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς:
1660ἀλλ᾽ ἥσσον᾽ ἦμεν τοῦ πεπρωμένου θ᾽ ἅμα
καὶ τῶν θεῶν, οἷς ταῦτ᾽ ἔδοξεν ὧδ᾽ ἔχειν.

σοὶ μὲν τάδ᾽ αὐδῶ, συγγόνῳ δ᾽ ἐμῇ λέγω:
πλεῖ ξὺν πόσει σῷ: πνεῦμα δ᾽ ἕξετ᾽ οὔριον:
σωτῆρε δ᾽ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
1665πόντον παριππεύοντε πέμψομεν πάτραν.
ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
σπονδῶν μεθέξεις ξένιά τ᾽ ἀνθρώπων πάρα
ἕξεις μεθ᾽ ἡμῶν: Ζεὺς γὰρ ὧδε βούλεται.
1670οὗ δ᾽ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,
Σπάρτης ἀπάρας, τὸν κατ᾽ οὐρανὸν δρόμον,
κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
φρουρὸν παρ᾽ Ἀκτὴν τεταμένην νῆσον λέγω
Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
1675ἐπεὶ κλοπαίαν σ᾽ ἐκ δόμων ἐδέξατο.
καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον:
τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
τῶν δ᾽ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.

Θεοκλύμενος

1680 παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
νείκη μεθήσω σφῶν κασιγνήτης πέρι:
ἐγὼ δ᾽ ἀδελφὴν οὐκέτ᾽ ἂν κτάνοιμ᾽ ἐμήν.
κείνη δ᾽ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.
ἴστον δ᾽ ἀρίστης σωφρονεστάτης θ᾽ ἅμα
1685γεγῶτ᾽ ἀδελφῆς ὁμογενοῦς ἀφ᾽ αἵματος.
καὶ χαίρεθ᾽ Ἑλένης οὕνεκ᾽ εὐγενεστάτης
γνώμης, πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: