next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑλένη

Ἑλένη

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δ᾽ ὅτ᾽ ἔζη τῆσδε γῆς τύραννος ἦν,
5Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ᾽ ἄναξ,
ὃς τῶν κατ᾽ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρ᾽ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσεν᾽ ὅτι δὴ θεοὺς σέβων
10βίον διήνεγκ᾽ εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμ᾽, ὅτ᾽ ἦν βρέφος:
ἐπεὶ δ᾽ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην: τὰ θεῖα γὰρ
τά τ᾽ ὄντα καὶ μέλλοντα πάντ᾽ ἠπίστατο,
15προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.

ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως: ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρ᾽ ἔπτατ᾽ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματ᾽ ὄρνιθος λαβών,
20ὃς δόλιον εὐνὴν ἐξέπραξ᾽ ὑπ᾽ αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος:
Ἑλένη δ᾽ ἐκλήθην. δὲ πεπόνθαμεν κακὰ
λέγοιμ᾽ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶν᾽ Ἀλέξανδρον πάρα,
25Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασ᾽ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. λιπὼν δὲ βούσταθμ᾽ Ἰδαῖος Πάρις
30Σπάρτην ἀφίκεθ᾽ ὡς ἐμὸν σχήσων λέχος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, KG 1.1.3
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: