previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ἔχεις μὲν ἀλγείν᾽, οἶδα: σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.

Ἑλένη

Ἑλένη

255φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
ἆρ᾽ τεκοῦσά μ᾽ ἔτεκεν ἀνθρώποις τέρας;
γυνὴ γὰρ οὔθ᾽ Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
260τέρας γὰρ βίος καὶ τὰ πράγματ᾽ ἐστί μου,
τὰ μὲν δι᾽ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθ᾽ ἐξαλειφθεῖσ᾽ ὡς ἄγαλμ᾽ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.

ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ᾽ ὅμως:
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270πρῶτον μὲν οὐκ οὖσ᾽ ἄδικος, εἰμὶ δυσκλεής:
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
ἔπειτα πατρίδος θεοί μ᾽ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρ᾽ ἤθη, καὶ φίλων τητωμένη
275δούλη καθέστηκ᾽ οὖσ᾽ ἐλευθέρων ἄπο:
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δ᾽ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθ᾽ ἥξειν καί μ᾽ ἀπαλλάξειν κακῶν
οὗτος τέθνηκεν, οὗτος οὐκέτ᾽ ἔστι δή.
280

μήτηρ δ᾽ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ᾽ ἔστ᾽ ἐμόν:
δ᾽ ἀγλάισμα δωμάτων ἐμοῦ τ᾽ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται:
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285οὐκ ἐστόν. ἀλλὰ πάντ᾽ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ᾽ ἔργοισιν οὔ.
τὸ δ᾽ ἔσχατον τοῦτ᾽, εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθατὴν ὑπ᾽ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μ᾽ ἐλθεῖν μέτα.
290εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, φανέρ᾽ ἦν μόνοις, ἐς ξύμβολα.
νῦν δ᾽ οὔτε τοῦτ᾽ ἔστ᾽ οὔτε μὴ σωθῇ ποτε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: