previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἑλένη

ἥδ᾽ αὖ τάφου τοῦδ᾽ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
530 πάντ᾽ ἀληθῶς οἶδε: φησὶ δ᾽ ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δ᾽ ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσ᾽ οὐδ᾽ ἀγύμναστον πλάνοις,
ἥξειν δ᾽ ὅταν δὴ πημάτων λάβῃ τέλος.
535ἓν δ᾽ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
ἐγὼ δ᾽ ἀπέστην τοῦτ᾽ ἐρωτῆσαι σαφῶς,
ἡσθεῖσ᾽ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
ἐγγὺς δέ νίν που τῆσδ᾽ ἔφασκ᾽ εἶναι χθονός,
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
540ὤμοι, πόθ᾽ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
οὐχ ὡς δρομαία πῶλος Βάκχη θεοῦ
τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
545μορφὴν ὅδ᾽ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.

Μενελέως

σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου 'πὶ κρηπῖδ᾽ ἐμπύρους τ᾽ ὀρθοστάτας,
μεῖνον: τί φεύγεις; ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.

Ἑλένη

550ἀδικούμεθ᾽, γυναῖκες: εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ᾽ ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.

Μενελέως

οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.

Ἑλένη

καὶ μὴν στολήν γ᾽ ἄμορφον ἀμφὶ σῶμ᾽ ἔχεις.

Μενελέως

555στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.

Ἑλένη

ἵστημ᾽, ἐπεί γε τοῦδ᾽ ἐφάπτομαι τόπου.

Μενελέως

τίς εἶ; τίν᾽ ὄψιν σήν, γύναι, προσδέρκομαι;

Ἑλένη

σὺ δ᾽ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ᾽ ἔχει λόγος.

Μενελέως

οὐπώποτ᾽ εἶδον προσφερέστερον δέμας.

Ἑλένη

560 θεοί: θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.

Μενελέως

Ἑλληνὶς εἶ τις ἐπιχωρία γυνή;

Ἑλένη

Ἑλληνίς: ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

Μενελέως

Ἑλένῃ σ᾽ ὁμοίαν δὴ μάλιστ᾽ εἶδον, γύναι.

Ἑλένη

ἐγὼ δὲ Μενέλεῴ γε σέ: οὐδ᾽ ἔχω τί φῶ.

Μενελέως

565ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 863-910
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: