previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας,
πετομένου δ᾽ ἔρωτος ἀδίκων γάμων ...

Μενελέως

τίς γάρ σε δαίμων πότμος συλᾷ πάτρας;

Ἑλένη

670 Διὸς Διός, πόσι, παῖς μ᾽ ...
ἐπέλασεν Νείλῳ.

Μενελέως

θαυμαστά: τοῦ πέμψαντος; δεινοὶ λόγοι.

Ἑλένη

κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν: Διός μ᾽ ἄλοχος ὤλεσεν.

Μενελέως

675Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;

Ἑλένη

ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
ἵνα θεαὶ μορφὰν
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.

Μενελέως

τὰ δ᾽ ἐς κρίσιν σοι τῶνδ᾽ ἔθηχ᾽ Ἥρα κακῶν — ;

Ἑλένη

680Πάριν ὡς ἀφέλοιτο

Μενελέως
πῶς; αὔδα.

Ἑλένη

Κύπρις μ᾽ ἐπένευσεν

Μενελέως
τλᾶμον.

Ἑλένη

τλάμων, τλάμων: ὧδ᾽ ἐπέλασ᾽ Αἰγύπτῳ.

Μενελέως

εἶτ᾽ ἀντέδωκ᾽ εἴδωλον, ὡς σέθεν κλύω.

Ἑλένη

τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
685τερ, οἲ 'γώ.

Μενελέως
τί φῄς;

Ἑλένη

οὐκ ἔστι μάτηρ: ἀγχόνιον δὲ βρόχον
δι᾽ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.

Μενελέως

ὤμοι: θυγατρὸς δ᾽ Ἑρμιόνης ἔστιν βίος;

Ἑλένη

ἄγαμος ἄτεκνος, πόσι, καταστένει
690γάμον ἄγαμον ἐμόν.

Μενελέως

πᾶν κατ᾽ ἄκρας δῶμ᾽ ἐμὸν πέρσας Πάρις,
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.

Ἑλένη

ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
695ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τ᾽ ἔλιπονοὐ λιποῦσ᾽
ἐπ᾽ αἰσχροῖς γάμοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: