previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
χωρεῖ γέροντι: τοὺς θεοὺς ἔχων τις ἂν
760φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.

Ἑλένη

εἶἑν: τὰ μὲν δὴ δεῦρ᾽ ἀεὶ καλῶς ἔχει.
ὅπως δ᾽ ἐσώθης, τάλας, Τροίας ἄπο,
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.

Μενελέως

765 πόλλ᾽ ἀνήρου μ᾽ ἑνὶ λόγῳ μιᾷ θ᾽ ὁδῷ.
τί σοι λέγοιμ᾽ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
τὰ Ναυπλίου τ᾽ Εὐβοικὰ πυρπολήματα
Κρήτην τε Λιβύης θ᾽ ἃς ἐπεστράφην πόλεις,
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σ᾽ ἂν
770μύθων, λέγων τ᾽ ἄν σοι κάκ᾽ ἀλγοίην ἔτι,
πάσχων τ᾽ ἔκαμνον: δὶς δὲ λυπηθεῖμεν ἄν.

Ἑλένη

κάλλιον εἶπας σ᾽ ἀνηρόμην ἐγώ.
ἓν δ᾽ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
πόντου 'πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;

Μενελέως

775ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.

Ἑλένη

φεῦ φεῦ: μακρόν γ᾽ ἔλεξας, τάλας, χρόνον
σωθεὶς δ᾽ ἐκεῖθεν ἐνθάδ᾽ ἦλθες ἐς σφαγάς.

Μενελέως

πῶς φῄς; τί λέξεις; ὥς μ᾽ ἀπώλεσας, γύναι.

Ἑλένη

780φεῦγ᾽ ὡς τάχιστα τῆσδ᾽ ἀπαλλαχθεὶς χθονός.
θανῇ πρὸς ἀνδρὸς οὗ τάδ᾽ ἐστὶ δώματα.

Μενελέως

τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;

Ἑλένη

ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.

Μενελέως

γὰρ γαμεῖν τις τἄμ᾽ ἐβουλήθη λέχη;

Ἑλένη

785ὕβριν θ᾽ ὑβρίζειν εἰς ἔμ᾽, ἣν ἔτλην ἐγώ.

Μενελέως

ἰδίᾳ σθένων τις τυραννεύων χθονός;

Ἑλένη

ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.

Μενελέως

τόδ᾽ ἔστ᾽ ἐκεῖν᾽ αἴνιγμ᾽ προσπόλου κλύω.

Ἑλένη

ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;

Μενελέως

790τοῖσδ᾽, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.

Ἑλένη

οὔ που προσῄτεις βίοτον; τάλαιν᾽ ἐγώ.

Μενελέως

τοὔργον μὲν ἦν τοῦτ᾽, ὄνομα δ᾽ οὐκ εἶχεν τόδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 996
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: