previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
945οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

Μενελέως

Μενελέως

ἐγὼ σὸν οὔτ᾽ ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτ᾽ ἂν δακρῦσαι βλέφαρα: τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
950καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυ᾽ ἀπ᾽ ὀφθαλμῶν βαλεῖν.
ἀλλ᾽ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι 'γὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλ᾽, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
955ζητοῦντά γ᾽ ὀρθῶς ἀπολαβεῖν δάμαρτ᾽ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῷσον: εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
δ᾽ ἄξι᾽ ἡμῶν καὶ δίκαι᾽ ἡγούμεθα
960καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδ᾽ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ:

γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
965οἶδ᾽ οὕνεκ᾽ ἡμῖν οὔποτ᾽ ἀποδώσεις θανών:
ἀλλ᾽ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι: κυρία γάρ ἐστι νῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: