previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



νέρτερ᾽ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970ὃς πόλλ᾽ ἐδέξω τῆσδ᾽ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ᾽ ἔχεις:
νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γ᾽ ἀποδοῦναι λέχη.
975εἰ δ᾽ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθ᾽, ὡς μάθῃς, παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον 'μὲ δεῖ θανεῖν: ἁπλοῦς λόγος.
980ἢν δ᾽ ἐς μὲν ἀλκὴν μὴ πόδ᾽ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ᾽ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου 'πὶ νώτοις τοῦδ᾽, ἵν᾽ αἵματος ῥοαὶ
985τάφου καταστάζωσι: κεισόμεσθα δὲ
νεκρὼ δύ᾽ ἑξῆς τῷδ᾽ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
οὐ γὰρ γαμεῖ τήνδ᾽ οὔτε σύγγονος σέθεν
οὔτ᾽ ἄλλος οὐδείς: ἀλλ᾽ ἐγώ σφ᾽ ἀπάξομαι,
990εἰ μὴ πρὸς οἴκους δυνάμεθ᾽, ἀλλὰ πρὸς νεκρούς.

τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον δραστήριος.
κτεῖν᾽, εἰ δοκεῖ σοι: δυσκλεᾶς γὰρ οὐ κτενεῖς:
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995ἵν᾽ ᾖς δικαία καὶ δάμαρτ᾽ ἐγὼ λάβω.

Χορός

ἐν σοὶ βραβεύειν, νεᾶνι, τοὺς λόγους:
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • E.C. Marchant, Commentary on Thucydides: Book 7, 7.24
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: