previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντιγόνη

ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ
χεῖρ᾽ ἀπὸ κλιμάκων
105ποδὸς ἴχνος ἐπαντέλλων.

Παιδαγωγός

ἰδοὺ ξύναψον, παρθέν᾽: ἐς καιρὸν δ᾽ ἔβης:
κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
στράτευμα, χωρίζουσι δ᾽ ἀλλήλων λόχους.

Ἀντιγόνη

ἰὼ πότνια παῖ
110Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
πεδίον ἀστράπτει.

Παιδαγωγός

οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
πολλοῖς μὲν ἵπποις, μυρίοις δ᾽ ὅπλοις βρέμων.

Ἀντιγόνη

ἆρα πύλαι κλῄθροιςχαλκόδετ᾽ ἆρ᾽ ἔμβολα
115λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
τείχεος ἥρμοσται;

Παιδαγωγός

θάρσει: τά γ᾽ ἔνδον ἀσφαλῶς ἔχει πόλις.
ἀλλ᾽ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.

Ἀντιγόνη

τίς οὗτος λευκολόφας,
120πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ᾽
ἀμφὶ βραχίονι κουφίζων;

Παιδαγωγός

λοχαγός, δέσποινα.

Ἀντιγόνη
τίς, πόθεν γεγώς;
αὔδασον, γεραιέ, τίς ὀνομάζεται;

Παιδαγωγός

125οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
Λερναῖα δ᾽ οἰκεῖ νάμαθ᾽, Ἱππομέδων ἄναξ.

Ἀντιγόνη

ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
γίγαντι γηγενέτᾳ προσόμοιος
ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος
130ἁμερίῳ γέννᾳ.

Παιδαγωγός

τὸν δ᾽ ἐξαμείβοντ᾽ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;

Ἀντιγόνη

ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.
τίς δ᾽ ἐστὶν οὗτος;

Παιδαγωγός
παῖς μὲν Οἰνέως ἔφυ
Τυδεύς, Ἄρη δ᾽ Αἰτωλὸν ἐν στέρνοις ἔχει.

Ἀντιγόνη

135οὗτος τᾶς Πολυνείκεος,
γέρον, αὐτοκασιγνήτᾳ νύμφας
ὁμόγαμος κυρεῖ;
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.

Παιδαγωγός

σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
140λόγχαις τ᾽ ἀκοντιστῆρες εὐστοχώτατοι.

Ἀντιγόνη

σὺ δ᾽, γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;

Παιδαγωγός

σημεῖ᾽ ἰδὼν τότ᾽ ἀσπίδων ἐγνώρισα,
σπονδὰς ὅτ᾽ ἦλθον σῷ κασιγνήτῳ φέρων
προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: