previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
1155πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν:
ἀλλ᾽ ἔσχε μαργῶντ᾽ αὐτὸν ἐναλίου θεοῦ
Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
ἁμαξοπληθῆ, γεῖσ᾽ ἐπάλξεων ἄπο:
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
1160ἔρρηξεν ὀστέων, ἄρτι δ᾽ οἰνωπὸν γένυν
καθῃμάτωσεν: οὐδ᾽ ἀποίσεται βίον
τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.

ἐπεὶ δὲ τάσδ᾽ ἐσεῖδεν εὐτυχεῖς πύλας,
ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δ᾽ ἐγώ.
1165ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
πύργων ἀκοντίζοντας, ὥστ᾽ ἐπάλξεων
λιπεῖν ἐρίπνας φυγάδας: ἀλλά νιν πάλιν
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
1170πύργοις δ᾽ ἐπέστησ᾽ αὖθις. ἐς δ᾽ ἄλλας πύλας
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
Καπανεὺς δὲ πῶς εἴποιμ᾽ ἂν ὡς ἐμαίνετο;
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
ἔχων ἐχώρει, καὶ τοσόνδ᾽ ἐκόμπασε,
1175μηδ᾽ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
τὸ μὴ οὐ κατ᾽ ἄκρων περγάμων ἑλεῖν πόλιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πετρούμενος
ἀνεῖρφ᾽ ὑπ᾽ αὐτὴν ἀσπίδ᾽ εἱλίξας δέμας,
κλίμακος ἀμείβων ξέστ᾽ ἐνηλάτων βάθρα.
1180ἤδη δ᾽ ὑπερβαίνοντα γεῖσα τειχέων
βάλλει κεραυνῷ Ζεύς νιν: ἐκτύπησε δὲ
χθών, ὥστε δεῖσαι πάντας: ἐκ δὲ κλιμάκων
ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ᾽ ἐς χθόνα,
1185χεῖρες δὲ καὶ κῶλ᾽ ὡς κύκλωμ᾽ Ἰξίονος
εἱλίσσετ᾽: ἐς γῆν δ᾽ ἔμπυρος πίπτει νεκρός.

ὡς δ᾽ εἶδ᾽ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
οἱ δ᾽ αὖ παρ᾽ ἡμῶν δεξιὸν Διὸς τέρας
1190ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
ἱππῆς ὁπλῖται, κἀς μέσ᾽ Ἀργείων ὅπλα
συνῆψαν ἔγχη: πάντα δ᾽ ἦν ὁμοῦ κακά:
ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
τροχοί τ᾽ ἐπήδων ἄξονές τ᾽ ἐπ᾽ ἄξοσι,
1195νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθ᾽ ὁμοῦ.
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
ἐς τὴν παροῦσαν ἡμέραν: εἰ δ᾽ εὐτυχὴς
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει:
καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.

Χορός

1200καλὸν τὸ νικᾶν: εἰ δ᾽ ἀμείνον᾽ οἱ θεοὶ
γνώμην ἔχουσινεὐτυχὴς εἴην ἐγώ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: