previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέων

1340αἰαῖ:
μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
δώματ᾽ εἰσηκούσατ᾽ Οἰδίπου τάδε
παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;

Χορός

ὥστ᾽ ἂν δακρῦσαί γ᾽, εἰ φρονοῦντ᾽ ἐτύγχανεν.

Κρέων

1345οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,
οἴμοι κακῶν δύστηνος: τάλας ἐγώ.

Ἄγγελος

εἰ καὶ τὰ πρὸς τούτοισί γ᾽ εἰδείης κακά.

Κρέων

καὶ πῶς γένοιτ᾽ ἂν τῶνδε δυσποτμώτερα;

Ἄγγελος

τέθνηκ᾽ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.


Χορός

1350ἀνάγετ᾽ ἀνάγετε κωκυ-
τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.

Κρέων

τλῆμον, οἷον τέρμον᾽, Ἰοκάστη, βίου
γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.
πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
1355ἀρᾶς τ᾽ ἀγώνισμ᾽ Οἰδίπου; σήμαινέ μοι.

Ἄγγελος

Ἄγγελος

τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
οἶσθ᾽: οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
ὥστ᾽ οὐχ ἅπαντά σ᾽ εἰδέναι τὰ δρώμενα.
ἐπεὶ δὲ χαλκέοις σῶμ᾽ ἐκοσμήσανθ᾽ ὅπλοις
1360οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
ἔστησαν ἐλθόντ᾽ ἐς μέσον μεταίχμιον
δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα
ὡς εἰς ἀγῶνα μονομάχου τ᾽ ἀλκὴν δορός.
βλέψας δ᾽ ἐπ᾽ Ἄργος ἧκε Πολυνείκης ἀράς:
1365 πότνι᾽ Ἥρασὸς γάρ εἰμ᾽, ἐπεὶ γάμοις
ἔζευξ᾽ Ἀδράστου παῖδα καὶ ναίω χθόνα
δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ᾽ ἐμὴν
καθαιματῶσαι δεξιὰν νικηφόρον: —
αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.
1370πολλοῖς δ᾽ ἐπῄει δάκρυα τῆς τύχης ὅση,
κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
βλέψας πρὸς οἶκον ηὔξατ᾽: Διὸς κόρη,
δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
1375ἐς στέρν᾽ ἀδελφοῦ τῆσδ᾽ ἀπ᾽ ὠλένης βαλεῖν
κτανεῖν θ᾽ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.

ἐπεὶ δ᾽ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,
ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι:
1380κάπροι δ᾽ ὅπως θήγοντες ἀγρίαν γένυν
ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας:
ᾖσσον δὲ λόγχαις: ἀλλ᾽ ὑφίζανον κύκλοις,
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
εἰ δ᾽ ὄμμ᾽ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
1385λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.
ἀλλ᾽ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσ᾽ ἱδρὼς
τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 8
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: