previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντιγόνη

145τίς δ᾽ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ
καταβόστρυχος, ὄμμασι γοργὸς
εἰσιδεῖν νεανίας,
λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ
πάνοπλος ἀμφέπει;

Παιδαγωγός

150ὅδ᾽ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.

Ἀντιγόνη

ἀλλά νιν κατ᾽ ὄρη μετὰ ματέρος
Ἄρτεμις ἱεμένα τόξοις δαμάσασ᾽ ὀλέσειεν,
ὃς ἐπ᾽ ἐμὰν πόλιν ἔβα πέρσων.

Παιδαγωγός

εἴη τάδ᾽, παῖ. σὺν δίκῃ δ᾽ ἥκουσι γῆν:
155 καὶ δέδοικα μὴ σκοπῶσ᾽ ὀρθῶς θεοί.

Ἀντιγόνη

ποῦ δ᾽ ὃς ἐμοὶ μιᾶς ἐγένετ᾽ ἐκ ματρὸς
πολυπόνῳ μοίρᾳ;
φίλτατ᾽, εἰπέ, ποῦ 'στι Πολυνείκης, γέρον.

Παιδαγωγός

ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
160Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.
ὁρᾷς;

Ἀντιγόνη
ὁρῶ δῆτ᾽ οὐ σαφῶς, ὁρῶ δέ πως
μορφῆς τύπωμα στέρνα τ᾽ ἐξῃκασμένα.
ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι
δι᾽ αἰθέρος
165πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ᾽ ὠλένας
δέρᾳ φιλτάτᾳ βάλοιμ᾽ ἐν χρόνῳ
φυγάδα μέλεον. ὡς
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.

Παιδαγωγός

170ἥξει δόμους τούσδ᾽, ὥστε σ᾽ ἐμπλῆσαι χαρᾶς,
ἔνσπονδος.

Ἀντιγόνη
οὗτος δ᾽, γεραιέ, τίς κυρεῖ,
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;

Παιδαγωγός

μάντις Ἀμφιάραος, δέσποιν᾽, ὅδε:
σφάγια δ᾽ ἅμ᾽ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.

Ἀντιγόνη

175 λιπαροζώνου θύγατερ Ἀελίου
Σελαναία, χρυσεόκυκλον φέγγος,
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
πώλοις μεταφέρων ἰθύνει.
ποῦ δ᾽ ὃς τὰ δεινὰ τῇδ᾽ ἐφυβρίζει πόλει;

Παιδαγωγός

180Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται
πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.

Ἀντιγόνη

ἰώ,
Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις:
185ὅδ᾽ ἐστίν, αἰχμαλώτιδας
ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
Λερναίᾳ τε δώσειν τριαίνᾳ,
Ποσειδανίοις Ἀμυμωνίοις
ὕδασι δουλείαν περιβαλών
190μήποτε μήποτε τάνδ᾽, πότνια,
χρυσεοβόστρυχον Διὸς ἔρνος
Ἄρτεμι, δουλοσύναν τλαίην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: