previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέων

1625σοί τ᾽ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
ἐγὼ δὲ ναίειν σ᾽ οὐκ ἐάσαιμ᾽ ἂν χθόνα.
νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
ἤδη κομίζειν, τόνδε δ᾽, ὃς πέρσων πόλιν
πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
1630ἐκβάλετ᾽ ἄθαπτον τῆσδ᾽ ὅρων ἔξω χθονός.
κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε:
ὃς ἂν νεκρὸν τόνδ᾽ καταστέφων ἁλῷ
γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
1635σὺ δ᾽ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
μένουσ᾽, ἐν σε λέκτρον Αἵμονος μένει.

Ἀντιγόνη

πάτερ, ἐν οἵοις κείμεθ᾽ ἄθλιοι κακοῖς.
1640ὥς σε στενάζω τῶν τεθνηκότων πλέον:
οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ᾽ οὐ βαρύ,
ἀλλ᾽ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
ἀτὰρ σ᾽ ἐρωτῶ τὸν νεωστὶ κοίρανον:
τί τόνδ᾽ ὑβρίζεις πατέρ᾽ ἀποστέλλων χθονός;
1645τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;

Κρέων

Ἐτεοκλέους βουλεύματ᾽, οὐχ ἡμῶν, τάδε.

Ἀντιγόνη

ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.

Κρέων

πῶς; τἀντεταλμέν᾽ οὐ δίκαιον ἐκπονεῖν;

Ἀντιγόνη

οὔκ, ἢν πονηρά γ᾽ κακῶς τ᾽ εἰρημένα.

Κρέων

1650τί δ᾽; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;

Ἀντιγόνη

οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.

Κρέων

εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.

Ἀντιγόνη

οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.

Κρέων

καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.

Ἀντιγόνη

1655τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;

Κρέων

ἄταφος ὅδ᾽ ἁνήρ, ὡς μάθῃς, γενήσεται.

Ἀντιγόνη

ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.

Κρέων

σαυτὴν ἄρ᾽ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.

Ἀντιγόνη

ἀλλ᾽ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.

Κρέων

1660λάζυσθε τήνδε κἀς δόμους κομίζετε.

Ἀντιγόνη

οὐ δῆτ᾽, ἐπεὶ τοῦδ᾽ οὐ μεθήσομαι νεκροῦ.

Κρέων

ἔκριν᾽ δαίμων, παρθέν᾽, οὐχ σοὶ δοκεῖ.

Ἀντιγόνη

κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.

Κρέων

ὡς οὔτις ἀμφὶ τῷδ᾽ ὑγρὰν θήσει κόνιν.

Ἀντιγόνη

1665ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.

Κρέων

μάταια μοχθεῖς: οὐ γὰρ ἂν τύχοις τάδε.

Ἀντιγόνη

σὺ δ᾽ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ᾽ ἔα.

Κρέων

ἓν τοῦτ᾽ ἂν εἴη τῶν ἀπορρήτων πόλει.

Ἀντιγόνη

ἀλλ᾽ ἀμφὶ τραύματ᾽ ἄγρια τελαμῶνας βαλεῖν.

Κρέων

1670οὐκ ἔσθ᾽ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.

Ἀντιγόνη

φίλτατ᾽, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 444
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: