previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέων

οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.

Ἀντιγόνη

γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;

Κρέων

πολλή σ᾽ ἀνάγκη: ποῖ γὰρ ἐκφεύξῃ λέχος;

Ἀντιγόνη

1675νὺξ ἆρ᾽ ἐκείνη Δαναΐδων μ᾽ ἕξει μίαν.

Κρέων

εἶδες τὸ τόλμημ᾽ οἷον ἐξωνείδισεν;

Ἀντιγόνη

ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.

Κρέων

τί δ᾽ ἐκπροθυμῇ τῶνδ᾽ ἀπηλλάχθαι γάμων;

Ἀντιγόνη

συμφεύξομαι τῷδ᾽ ἀθλιωτάτῳ πατρί.

Κρέων

1680γενναιότης σοι, μωρία δ᾽ ἔνεστί τις.

Ἀντιγόνη

καὶ ξυνθανοῦμαί γ᾽, ὡς μάθῃς περαιτέρω.

Κρέων

ἴθ᾽, οὐ φονεύσεις παῖδ᾽ ἐμόν, λίπε χθόνα.

Οἰδίπους

θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.

Ἀντιγόνη

ἀλλ᾽ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;

Οἰδίπους

1685μέν᾽ εὐτυχοῦσα, τἄμ᾽ ἐγὼ στέρξω κακά.

Ἀντιγόνη

καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;

Οἰδίπους

πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.

Ἀντιγόνη

δ᾽ Οἰδίπους ποῦ καὶ τὰ κλείν᾽ αἰνίγματα;

Οἰδίπους

ὄλωλ᾽: ἓν ἦμάρ μ᾽ ὤλβισ᾽, ἓν δ᾽ ἀπώλεσεν.

Ἀντιγόνη

1690οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;

Οἰδίπους

αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.

Ἀντιγόνη

οὔ, σωφρονούσῃ γ᾽, ἀλλὰ γενναία, πάτερ.

Οἰδίπους

προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.

Ἀντιγόνη

ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.

Οἰδίπους

1695 μῆτερ, ξυνάορ᾽ ἀθλιωτάτη.

Ἀντιγόνη

οἰκτρὰ πρόκειται, πάντ᾽ ἔχουσ᾽ ὁμοῦ κακά.

Οἰδίπους

Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;

Ἀντιγόνη

τώδ᾽ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.

Οἰδίπους

πρόσθες τυφλὴν χεῖρ᾽ ἐπὶ πρόσωπα δυστυχῆ.

Ἀντιγόνη

1700ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.

Οἰδίπους

φίλα πεσήματ᾽ ἄθλι᾽ ἀθλίου πατρός.

Ἀντιγόνη

φίλτατον δῆτ᾽ ὄνομα Πολυνείκους ἐμοί.

Οἰδίπους

νῦν χρησμός, παῖ, Λοξίου περαίνεται.

Ἀντιγόνη

ποῖος; ἀλλ᾽ πρὸς κακοῖς ἐρεῖς κακά;

Οἰδίπους

1705ἐν ταῖς Ἀθήναις κατθανεῖν μ᾽ ἀλώμενον.

Ἀντιγόνη

ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;

Οἰδίπους

ἱερὸς Κολωνός, δώμαθ᾽ ἱππίου θεοῦ.
ἀλλ᾽ εἶα, τυφλῷ τῷδ᾽ ὑπηρέτει πατρί,
ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), JUSJURANDUM
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: