next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰοκάστη

Ἰοκάστη

τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῇ τόθ᾽ ἡμέρᾳ
5ἀκτῖν᾽ ἐφῆκας, Κάδμος ἡνίκ᾽ ἦλθε γῆν
τήνδ᾽, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα:
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
10ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
Κρέων τ᾽ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ
καλοῦσι δ᾽ Ἰοκάστην με: τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μ᾽: ἐπεὶ δ᾽ ἄπαις
ἦν χρόνια λέκτρα τἄμ᾽ ἔχων ἐν δώμασιν,
15ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ᾽ ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
δ᾽ εἶπεν: Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ:
εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ φύς,
20καὶ πᾶς σὸς οἶκος βήσεται δι᾽ αἵματος.
δ᾽ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
ἔσπειρεν ἡμῖν παῖδα: καὶ σπείρας, † βρέφος
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶν᾽ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον:
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσ᾽ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
30ἔθηκαν. δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 857
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: